<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:7.21-8.18</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:7.21-8.18</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="7"><div type="textpart" subtype="verse" n="21"><p>καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος
αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ Χάριν τίνος ἐποίησεν Κύριος
τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτως </p></div><div type="textpart" subtype="verse" n="22"><p>καὶ ἐροῦσιν Διότι ἐνκατέλιπον
Κύρον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς
Αἰγύπτου, καὶ ἀντελάβοντο θεῶν ἑτέραον καὶ προσεκύνησαν αὐτοῖς
καὶ ἐδούλευσαν αὐτοῖς· διὰ τοῦτο ἐπήγαγεν ἐπʼ αὐτοὺς πᾶσαν τὴν
κακίαν ταύτην.</p></div></div><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="verse" n="1"><p> καὶ ἐγένετο μετὰ εἶκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμῶν τὸν
οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ,</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ τὰς πόλεις ἅς ἔδωκεν Κειρὰμ
τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῷκισεν ἐκεῖ τοὺς
υἱοὺς Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="3"><p>Καὶ ὅλθεν Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ
ᾠκοδόμησεν τὴν οεδομὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς
ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἰμάθ.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼμ τὴν
ἄναω καὶ τὴν Βαιθαωρὼμ τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ
μοχλοί </p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ τὴν Βαλαά, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἱ ἦσαν
τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάταων καὶ τὰς πόλεις
τῶν ἱππέωυ, καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ
οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Λuβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ
αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="7"><p>πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ
Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου,
οἱ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ·</p></div><div type="textpart" subtype="verse" n="8"><p>ἤσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν κατακαὶ
<note type="footnote">17 φυλαξῃς A 18 Ισραηλ] Ιλημ A* (Ιηλ sup ras Aa) 19 εγκα- <note type="marginal">A</note>
ταλιπητε Bᵇ εγκαταλειπητε A 20 ηγιακα A | εκ] απο A 21 αυτον]
pr προς A 22 εγκατελιπον Bᵇ εγκατελειπο| A | θεον] pr τον A | δια
τουτο] δια| τὸ A V III 1ωκοδομησεν A | αυτου] εαυτοῦ A 2 Κεραμ
B | om Σαλωμων ωκοδομησεν αυτας A 3 Bαισωβα] Αιμαθʼ· Σωβα A
4 οεδομορ] οεδομησεν την Θοεδομορ (δοεδμορ Bᵇ) B* (cum signo perversae
lect) Θεδμορ A | ωκοδομησεν 2⁰] pr ας A 5 Βαιθωρωμ 1⁰] μ sup ras B)
Βαιθωρων A | ανω] seq ras 1 lit (ν ut vid) in A | Βαιθωρωμ 2⁰] Βαιθωρων A
6 Βαλαας A | om πολεις 1⁰....πασας τας (20) A* (hab Aᵃᵍ) | τας πολεις (3)]
pr πασας A</note>

<pb n="74"/>
<note type="marginal">B</note> λειφθέντων μετʼ αὐτοῦ ἐν τῇ γῇ οδς ἐξωλέθρευσαν οἱ υἱρὶ Ἰσραήλ·
ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ
αὐτοῦ, ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ
καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ οὗτοι ἄρχοντες τῶν
προστατῶν βασιλέως Σαλωμών, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες
ἐν τῷ λαῷ.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ τὴν θυγατέρα Φαραὼ Σαλωμὼν ἀνήγαγεν
ἐκ πόλεως Δαυεὶδ εἰς τὸν οἶκον ὁν ᾠκοδόμησεν αὐτῇ, ὅτι
εἶπεν Οὐ κατοικήσει ἡ γυνὴ μου ἐν πόλει Δαυεὶδ τοῦ βασιλέως
Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὄ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="12"><p>Τότε
ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ
ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ,</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν
ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις
καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ,
ἐν τῆ ἑορτῇ τῶν ἀζύμων, ἐν τῆ ἑορτῇ τῶν ἑβδομάδων, ἐν τῇ ἑορτῇ
τῶν σκηνῶν.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυεὶδ τὰς διαιρέσεις
τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευεῖται ἐπὶ τὰς
φυλακὰς αὐτῶν τοῦ λειτουργεῖν καὶ αἰνεῖν κατέναντι τῶν ἱερέων
κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις
αὐτῶν εἰς πύλην καὶ πύλην, ὅτι οὕτως ἐντολαὶ Δαυεὶδ ἀν Βαρδοτοῦ θεοῦ.</p></div><div type="textpart" subtype="verse" n="15"><p>οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ
τῶν ἱερέων καὶ τῶν Λευειτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.</p></div><div type="textpart" subtype="verse" n="16"><p> καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφʼ ἧς ἡμέρας ἐθεμελιώθη
ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="17"><p>Τότε ᾧχετο
Σαλωμὼν εἰς Γασίων Γάβερ καὶ εἰς τὴν Αἰλὰμ τὴν παραθαλασσίαν
ἐν γῆ Ἰδουμαίᾳ.</p></div><div type="textpart" subtype="verse" n="18"><p>καὶ ἀπέστειλεν Κειρὰμ ἐν χειρὶ παίδων αὐτοῦ
πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾧχετο μετὰ τῶν παίδων
Σαλωμὼν εἰς Σωφείρα, καὶ ἔλαβεν ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα
τάλαντα χρυσίου, καὶ ἥλθον πρὸς τὸν βασιλέα Σαλωμών.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>