<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:6.1-6.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:6.1-6.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="6"><div type="textpart" subtype="verse" n="1"><p>Τότη εἶπεν Σαλωμῶν
Κύριος εἶπεν τοῦ κατασκηνῶσαι ἐν γνόφῳ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἐγὼ οἰκοδόμηκα οἶκον
τῷ ἀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς
αἰῶνας.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ ἐπέστρεψεσ ὁ βασιλεὺς τὸ πρόσααοπον αὐτοῦ καὶ εὐλόγησεσ
τὴν πᾶσαν ἐκκλησίαν Ἰσραήλ, καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ
παρειστήκει.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ εἶπεν Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὁς ἐλά-
λησευ ἑο στόματι αὐτοῦ πρὸς Δαυεὶδ τὸν πατέρα μου καὶ ἐν χερσὶν
αὐτοῦ ἐπλήρωσεν λέγων </p></div><div type="textpart" subtype="verse" n="5"><p>Ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν
μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν
Ἰσραὴλ τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην
ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ ἐξελεξάμην ἐν Δαυεὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="7"><p> καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυεὶδ τοῦ πατρός μου τοῦ οἰκοδομῆσαι
οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ εἶπεν Κύριος πρὸς
Δαυεὶδ πατέρα μου Διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι
οἶκον τῷ ὀνόματί μου, καλῶς ἐγένετο ἐπὶ καρδίαο σου·</p></div><div type="textpart" subtype="verse" n="9"><p>πλὴν σὺ
οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὸς ἐξελεύσεται ἐκ τῆς
ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ
ἀνέστησεν Κύριος τὸν λόγον τοῦτον ὃν ἐλάλησεν, καὶ ἐγενήθην ἀντὶ
Δαυεὶδ τοῦ πατρός μου καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ καθῶς
ἐλάλησεν Κύριος, καὶ οἰκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ
Ἰσραήλ,</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ἦ ἐκεῖ διαθήκη Κυρίου ἣν
διέθετο τῷ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="12"><p> Καὶ ἔστη κατέναυτι τοῦ θυσιαστηρίου
Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασεν τὰς χεῖρας
αὐτοῦ·</p></div><div type="textpart" subtype="verse" n="13"><p>ὅτι ἐποίησεσ Σαλωμὼν βοάσιν χαλκῆν καὶ ἔθηκευ αὐτὴν ἐν
μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πηχῶν τὸ μῆκος αὐτῆς καὶ πέντε
πήχεων τὸ εὗρος αὐτῆς καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς· καὶ ἔστη
<note type="marginal">A</note> <note type="footnote">13 εξομολογεισθαι A 14 V 1 1 της νεφελης...εν γνοφῳ sup ras pl
littAᵃ | νεφελης] + δοξης κυ Aᵃ | δοξα] pr η Aᵃ V 1 1 κατασκηνωσαι] κατοι-
κησαι A 2 ωκοδομηκα A | κατασκηνωσαι] κατοικησαι A. 3 εκκλησια
pr η A 4 προς] πος A 6 και] +εξελεξαμην εν Ιλημ| γενεσθαι του ειναι
το ονομα μου| εκει· και A | του] ωστε sup ras Aᵃ | τον λαον] του λαου A
8 πατερα] pr τον A | καλως] + εποιησας οτι Bᵃᵇ(ᵐᵍ) A | καρδιαν 2⁰] pr την Bᵃᵇ
(superscr) A 10 τουτον] αυτου A | του πατρος] om του A | μου] σου Bc
ωκοδομησα A 12 αυτου] εαυτου A 13 πηχων] πηχεων A</note>

<pb n="69"/>
ἐπ᾿ αὐτῆς, καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραήλ, <note type="marginal">B</note>
καὶ διεπέτασεν τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν </p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ εἶπεν Κύριε
ὁ θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς
γῆς, φυλάσσαων τὴν διαθήκην καὶ τὸ ἥλεος τοῖς παισίν σου τοῖς
πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδᾳ.</p></div><div type="textpart" subtype="verse" n="15"><p>ἐφύλαξας τῷ παιδί
σου Δαυεὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ λέγων, καὶ ἐλάλησας
ἐν στόματί σου καὶ ἐν χερσίν σου ἐπλήρωσας ὡς ἡ ἡμέρα αὕτη.</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, φύλαξον τῷ παιδί σου τῷ Δαυεὶδ
ὅ ἐλάλησας αὐτῷ λέγων Οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου
καθήμενος ἐπὶ θρόνου Ἰσραήλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν
ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ ὀνόματὶ μου ὡς ἐπορεύθης ἔναντίον
μου.</p></div><div type="textpart" subtype="verse" n="17"><p>καὶ νῦν, Κύριε ὁ θεὸς Ἰσραήλ, πιστωθήτω δὴ τὸ όῆμά
σου ὁ ἐλάλησας τῷ παιδί σου τῷ Δαυείδ.</p></div><div type="textpart" subtype="verse" n="18"><p>ὄτι εἰ ἀληθῶς κατοικήσει
θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς
τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσίν σοι, καὶ τίς ὁ οἶκος οὗτος ὃν οἰκοδόμησα;</p></div><div type="textpart" subtype="verse" n="19"><p>καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν σαιδός σου καὶ ἐπὶ τὴν
δέησίν μου, Κύριε ὁ θεός, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσεὐχῆς
ἐναντίον σου σήμερον,</p></div><div type="textpart" subtype="verse" n="20"><p>τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους
ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτός, εἰς τὸν τόπον τοῦτον ὃν
εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς
ὁ παῖς σου προσεύχεται εἰς τὸν τόπον τοῦτον.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>