<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:35.1-35.19a</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:35.1-35.19a</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="35"><div type="textpart" subtype="verse" n="1"><p>Καὶ ἐποίησεν Ἰωσείας τὸ φάσεχ τῷ κυρίῳ θεῷ αὐτοῦ· καὶ ἔθυσαν
τὸ φάσεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ
ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς
εἰς τὰ ἔργα οἴκου Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ εἶπεν τοῖς Λευείταις τοῖς δυνατοῖς
ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ· καὶ ἔθηκαν τὴν
κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμὼν υἱὸς Δαυεὶδ
τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεύς Οὐκ ἔστιν ὑμῖν ἇραι
ἐπʼ ὤμων οὐθέν· νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ
τῷ λαῷ αὐτοῦ Ἰσραήλ·</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν
καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως
Ἰσραὴλ καὶ διὰ χειρὸς βασιλέως Σαλωμὼν υἱοῦ αὐτοῦ·</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ στῆτε
ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς
ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευείταις·</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ
θύσατε τὸ φάσεχ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι
κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ ἀπήρξατο Ἰωσείας
τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων
τῶν αἰγῶν, πάντα τὰ εἰς τὸ φάσεχ· καὶ πάντας τοὺς εὑρεθέντας εἰς
ἀριθμὸν τριάκοντα χιλιάδας· καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ
τῆς ὑπάρξεως τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο
τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις· ἔδωκεν Κελκείας καὶ Ζαχαρίας.
καὶ Ἰειὴλ οἱ ἄρχοντες οἴκου θεοῦ τοῖς ἱερεῦσιν, καὶ ἔδωκαν εἰς τὸ
φάσεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ
<note type="footnote">32 Ιερουσαλημ 2⁰] pr εις A | διαθηκην] ν sup ras A¹ | πατρος] πρων A | <note type="marginal">A</note>
ουτων] εαυτων A 33 Ἰωσιας BᵃᵇA | τα πανια] πανια τα A | της γης]
om της A | ουτων] εαυτων A | αυτου 2⁰] εαυτων A * *viᵈ εαυτου (ου sup ras)
A¹ XXXV 1 και εποιησεν...εαυτου (sic) και εθυσεν (sic) το sup ras
A¹ | Ἰωσιας BᵃᵇA | φασεκ A (ubique in hoc cap) | τεσσαρεσκαιδ. B*A
τεσσαρισκαιδ. BF 2 ουτων] εαυτων A 3 τω κυριω (1⁰)] om
τω A | αγιαν] α 1⁰, αν sup ras Aᵃ? | αραι] επαραι A | τω λαω] om τω
A 5 υιοις] pr τοις A 6 ετοιμασατε] pr τα αγια A 7 Ιωσιας
BᵃᵇA | αιγων A] αγιων B | om τα A 8 εδωκεν] pr και A | Κελκιας BᵇA |
θεου] pr του A</note>

<pb n="124"/>
<note type="marginal">B</note>μόσχους τριακοσίους.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας και
Ναθαναὴλἀδελφὸς αὐτοῦ καὶ Ἀσαβιὰ καὶ Ἰωὴλ καὶ Ἰωζαβὰδ ἄρχοντες
τῶν Λευειτῶν ἀπήρξαντο τοῖς Λευείταις εἰς τὸ φάσεχ πεντακισχίλια
καὶ μόσχους πεντακοσίους.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ κατορθώθη ἡ λειτουργία, καὶ ἔστησαν
οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευεῖται ἐπὶ τὰς διαιρέσεις
αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ ἔθυσαν τὸ φάσεχ.
καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἶμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευεῖται
ἔδειραν.</p></div><div type="textpart" subtype="verse" n="12"><p>καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ
τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν
τῷ κυρίῳ, ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωί.</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ ὤπτησαν τὸ φάσεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια
ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν· καὶ εὐοδώθη, καὶ
ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ μετὰ τὸ ἑτοιμάσαι
αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὸ στέατα καὶ
τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευεῖται ἡτοίμασαν αὑτοῖς καὶ
τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ
ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυείδ, καὶ Ἀσὰφ καὶ
Αἱμὰν καὶ Ἰδειθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καί
οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς
λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν αὐτοῖς.</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ κατορθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ
ἡμέρᾳ ἐκείνῃ, τοῦ ποιῆσαι τὸ φάσεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα
ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσεία.</p></div><div type="textpart" subtype="verse" n="17"><p>καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φάσεχ τῷ καιρῷ
ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας.</p></div><div type="textpart" subtype="verse" n="18"><p>καὶ οὐκ ἐγένετο
φάσεχ ὄμοιον αὐτῷ ἐν Ἰσραήλ· ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου
καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν ὡς τὸ φάσεχ ὃ ἐποίησεν
Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς Ἰουδὰ καὶ Ἰσραὴλ ὁ
εὺρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ </p></div><div type="textpart" subtype="verse" n="19"><p>τῷ ὀκτωκαιδεκάτῳ
ἔτει τῆς βασιλείας Ἰωσεία.</p></div><div type="textpart" subtype="verse" n="19a"><p> καὶ τοὺς ἐνγαστριμύθους καὶ
<note type="marginal">A</note> <note type="footnote">8 μοσχοις B* (μοσχους Bᵃ) 9 Κωνενιας BA] Κωχενιαα (χ sup ras
A? | αδελφος] pr ο A | Ἰωηλ] Ιειηλ A | πεντακισχ.] pr προβατα A 10 κατ-
ωρθωθη Bᵃᵇ | ουτων 1⁰] εαυτων A 11 εκ] ε sup ras A¹ | εδειραν] εξεδειραν A
12 του λαου] ras του A?ᵛiᵈ | βιβλιω] + νομω A 16 χαλκιοις A | ευωδωθη
Bᵃᵇ 14 οιερεις B* (οι ιερ. Bᵃ?ᵇ) 15 οι 1°] αι A* ᵛiᵈ (ο sup ras
Aᵇ) | Ἴδιθοῦ) A | πυλης 1⁰] pr της A | οι αδελφοι]l om οι A 16 κατωρ-
θωθη BᵃᵇA | Ἰωσια BᵃᵇA 17 ευρεθεν B* (+ τες Bᵃᵇ ᵐᵍ) | τω καιρω] pr
εν Bᵃᵇ (superscr) A 18 Σαμουηλ] Ισλμουηλ A*ᵛiᵈ | παντος βασιλεως]
παντες βασιλεις A | Ἰωσιας BᵃᵇA | οι Λευειται] om οι A 19 Ἰωσια
BᵃᵇA 19α εγγαστριμ. Bᵃᵇ</note>

<pb n="125"/>
τοὺς γνώστας καὶ τὰ θαραφεὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρασεὶμ ἃ ἦν <note type="marginal">Β</note>
ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσείας, ἴνα
στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὖ
εὗρεν Κελκείας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>