<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:30.1-30.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:30.1-30.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="30"><div type="textpart" subtype="verse" n="1"><p>Καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ
Ἰούδαν, καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Ἐφράιμ καὶ Μανασσὴ ἐλθεῖν
εἰς οἶκον Κυρίου εἰς Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ κυρίῳ θεῷ
Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα
ἡ ἐκκλησία ἡ ἐν Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ μηνὶ τῷ δευτέρῳ.</p></div><div type="textpart" subtype="verse" n="3"><p>οὐ γὰρ ἡδυνάσθησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς
οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἰερουσαλήμ.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ
ἀπὸ Βηρσαβεέ ἕως Δὰν ἐλθόντες ποιῆσαι τὸ φάσεκ Κυρίῳ θεῷ
Ἰσραὴλ ἐν Ἰερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν.</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως
καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰουδὰ κατὰ τὸ πρόσταγμα
τοῦ βασιλέως λέγοντες Οἱ υἱοὶ Ἰσραήλ, ἐπιστρέψατε πρὸς
θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσαοσμένους
τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἱ
ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς
εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας
ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ θεῷ, καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα
αὐτοῦ ὁ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ κυρίῳ θεῷ ὑμῶν,
καὶ ἀποστρέμμκι ἀφʼ ὑμῶν θυμὸν ὀργῆς.</p></div><div type="textpart" subtype="verse" n="9"><p>ὅτι ἐν τῷ ἐπιστρέφειν
ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν
<note type="footnote">33 om πεντακοσια Bᵃᵇ 34 ηδυναντο A | εκδειραι] δειραι A | προθ. ηγνι- <note type="marginal">A</note>
σαν] ηγνισθησαν προθυμως A 55 κατορτωθη B κατωρθωθη BᵃᵇA
XXX 2 εβουλευσατο] post εβου ras 01 vet 11 lilt A 3 εδυνασθησαν A |
ποιησαι αυτο A 5 ελθοντας A | θεω] θω (sic) A 6 Ἰουδαν A | τα
προσlταγμα A | οι υιοι] om οι A | Ισραηλ 3° Ιακωβ A | επιστρεψατε 2⁰]
ἐπιστρέψει A | καταλιφθεντας A 7 γινεσθαι A 8 τας καρδίας] τους
τραχήλους A</note>

<pb n="112"/>
<note type="marginal">B</note>οἰκτειρμοῖς ἀντὶ πάντων αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς
τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτείρμων Κύριος ὁ θεὸς ἡμῶν,
καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐὰν ἐπιστρέψωμεν
πρὸς αὐτόν.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ
πόλεως ἐν τῷ ὄρει Ἐφράιμ καὶ Μανασσὴ καὶ ἕως Ζαβουλὼν· καὶ
ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμαοκάάμενοι.</p></div><div type="textpart" subtype="verse" n="11"><p>ἀλλὰ ἄνθρωποι
Ἀσὴρ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Ζαβουλὼν ἐτράπησαν,
καὶ ἦλθον εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδα.</p></div><div type="textpart" subtype="verse" n="12"><p>καὶ ἐγένετο χεὶρ Κυρίου
δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα
τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ συνήχθησαν
εἰς Ἰερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν
τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ ἀνέστησαν καὶ
καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἰερουσαλήμ, καὶ πάντα ἐν οἷς ἐθυ.
μιῶσαν τοῖς ψευδέσιν κατέσπασαν καὶ ἔρριψαν εἰς τὸν χειμάρρουν
Κεδρὼν.</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ ἔθυσαν τὸ φάσεκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς
τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐνετράπησαν καὶ ἥγνισαν,
καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ ἔστησαν ἐπὶ
τὴν στάσιν αὐτῶν κατὰ τὸ κρίμα αὐτῶν κατὰ τὴν ἐντολὴν Μωυσῆ
ἀνθρώπου τοῦ θεοῦ, καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν
Λευειτῶν.</p></div><div type="textpart" subtype="verse" n="17"><p>ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ
ἤσαν τοῦ θύειν τὸ φάσεκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ
κυρίῳ.</p></div><div type="textpart" subtype="verse" n="18"><p>ἰτι πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφράιμ καὶ Μανασσὴ καὶ
Ἰσσαχὰρ, Ζαβουλὼν, οὐχ ἥγνισαν, ἀλλὰ ἔφαγον τὸ φάσεκ παρὰ
τὴν γραφὴν τοῦτο. καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν λέγων
Κύριος ἀγαθὸς ἐξιλάσθω </p></div><div type="textpart" subtype="verse" n="19"><p>ὑπέρ πάσης καρδίας κατευθυνούσης ἐκζητησούσης
Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν
ἁγνείαν τῶν ἁγίων.</p></div><div type="textpart" subtype="verse" n="20"><p>καὶ ἐπήκουσεν Κύριος τῷ Ἐζεκίᾳ, καὶ ἰάσατο
τὸν λαόν.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>