<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:29.1-29.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:29.1-29.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="29"><div type="textpart" subtype="verse" n="1"><p>καὶ Ἑζεκίας ἐβασίλενσεν εἵκασι καὶ πέντε ἐτῶν, καὶ εἵκοσι
καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ
Ἀββα θυγάτηρ Ζαχαριά.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου
κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ ἐγένετο ὡς
ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας
οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ εἰσήγαγεν τοὺς ἱερεῖς
καὶ τοὺς Λευείτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς
ἀνατολάς,</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ εἶπεν αὐτοῖς Ἀκούσατε οἱ Λευεῖται· νῦν ἁγνίσθητε,
καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε
τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων.</p></div><div type="textpart" subtype="verse" n="6"><p>ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν
καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐγκατέλιπον αὐτόν,
καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν
αὐχένα·</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς
λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν
ἐν τῷ ἁγίῳ θεῷ Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ
τὸν Ἰούδαν καὶ τὴν Ἰερουσαλήμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν
καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ ἰδοὺ
πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ
θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν,
<note type="marginal">A</note> <note type="footnote">23 om αυτους A | παντι] πανια A 24 εαυτω] αυτω A | γωνια] + εν
Ιλήμ Bᵃᵇ + Ιλημ A 25 Ιουδα· A | εποιησεν] εποιησαν A (αν sup ras
Aᵃ) | θυμια Bᵇᵛⁱᵈ | τον θεον] om τον A | ουτων] εαυτων A 27 αυτου 1⁰]
εαυτου A | δζεκειας A X X IX 1 εικοσι 1⁰] pr ων A | om και 4⁰ A |
Αββα] sign v l prae se fert B?txt et ᵐᵍ Ἀββαθυθ A | Ζαχαριου A (seq ras 1 lit
in A?) 2-6] και εποιησεν...σκηνης Κυριου rescr accentus hic illic adpinx Aᵇ
4 κλιτος] κ ras Aᵇ 5 των πατερων] om των Aᵇ (? A*) 6 εγκατελιπαν]
inter λ et ι ras aliq (forte ε) B? εγκατελειπον A* ᵛⁱᵈ (ενκ. A⁰) | σκηνης] σκη
ras Aᵇᵛⁱᵈ 7 om εν A 8 οργη] θυμω A | εκστασιν] +και εις αφανισμον
A | συριγμον A 9 και 3⁰] κ sup ras Aa | ουχ A</note>

<pb n="109"/>
ὃ καὶ νῦν ἐστιν.</p></div><div type="textpart" subtype="verse" n="10"><p>ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι <note type="marginal">B</note>
διαθήκην μου, διαθήκην Κυρίου θεοῦ Ἰσραήλ· καὶ ἀπέστρεψεν τὴν
ὀργὴν θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν
ἡρέτικεν στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουροῦντας
καὶ θυμιῶντας.</p></div><div type="textpart" subtype="verse" n="12"><p>Καὶ ἀνέστησαν οἱ Λευεῖται, Μαάθ
ὁ τοῦ Μασὶ καὶ Ἰωήλ ὁ τοῦ Ζαχαρίου ἐκ τῶν υἱῶν Καάθ, καὶ ἐκ τῶν
υἱῶν Μεραρεὶ Κεὶς ὁ τοῦ Ἀβδεὶ καὶ Ζαχαρίας ὁ τοῦ Ἕλλή, καὶ ἀπὸ
τῶν υἱῶν Γεδσωνεὶ ἀπὸ τοῦ Ζεμμὰθ καὶ Ἰώδαν, οὗτοι υἱοὶ Ἰωαχά,</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ τῶν υἱῶν Ἐλεισαφὰν καὶ Ζαμβρεὶ καὶ Εἰιήλ, καὶ τῶν υἱῶν
Ἀσὰ Ἀζαρίας καὶ Μαθθανίας,</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ τῶν υἱῶν ὧν Ἀἱμὰν Ἰειὴλ καὶ
Σεμεεί, καὶ τῶν υἱῶν Ἐδειθὼμ Σαμαίας καὶ Οζειήλ·</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ συνήγαγεν
τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἡγνίσθησαν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως
διὰ προστάγματος Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="16"><p>καὶ εἰσῆλθον οἱ ἱερεῖς ἕως εἰς τὸν οἶκον
Κυρίου ἁγνίσαι, καὶ ἐξέβαλον πᾶσαν τὴν ἀκαθαρσίαν τὴν εὑρεθεῖσαν
ἐν τῷ οἵκῳ Κυρίου καὶ εἰς τὴν αὐλὴν οἴκου Κυρίου· καὶ ἐδέξαντο οἱ
Λευεῖται ἐκβαλεῖν εἰς τὸν χειμάρρουν Κεδρὼν ἔξω.</p></div><div type="textpart" subtype="verse" n="17"><p>καὶ ἤρξαντο
τῇ ἡμέρᾳ τῇ τρίτῃ νουμηνίᾳ τοῦ μηνὸς τοῦ πρώτου ἁγνίσαι, καὶ τῇ
ἡμέρᾳ τῇ ὀγδόῃ τοῦ μηνὸς εἰσῆλθαν εἰς τὸν ναὸν Κυρίου, καὶ ἥγνισαν
τὸν οἶκον Κυρίου ἐν ἡμέραις ὀκτώ, καὶ τῇ ἡμέρᾳ τῇ τρισκαιδεκάτῃ
συνετέλεσαν τοῦ μηνὸς τοῦ πρώτου.</p></div><div type="textpart" subtype="verse" n="18"><p>καὶ εἰσῆλθαν ἔσω πρὸς
Ἐζεκίαν τὸν βασιλέα καὶ εἶπαν Ἡγνίσαμεν  πάντα τὰ ἐν οἵκῳ Κυρίου,
τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ τὰ σκεύη αὐτοῦ, καὶ τὴν
τράπεζαν τῆς προθέσεως καὶ τὰ σκεύη αὐτῆς,</p></div><div type="textpart" subtype="verse" n="19"><p>καὶ πάντα τὰ σκεύη
ἃ ἐμίανεν Ἄχας ὁ βασιλεὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ ἐν τῇ ἀποστασίᾳ
αὐτοῦ ἡτοιμάκαμεν καὶ ἡγνίκαμεν· ἰδού ἐστιν ἐναντίου τοῦ θυσία-
στηρίου Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="20"><p>Καὶ ὥρθρισεν Ἐζεκίας ὁ βασιλεὺς καὶ
συνήγαγεν τοὺς ἄρχοντας τῆς πόλεως, καὶ ἀνέβη εἰς οἶκον Κυρίου.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>