<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:28.1-28.20</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:28.1-28.20</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="28"><div type="textpart" subtype="verse" n="1"><p>Εἴκοσι ἐτῶν Ἀχὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἔξ ἔτη
ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον
Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς
βασιλέως Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν ἐν τοῖς εἰδώλοις αὐτῶν·</p></div><div type="textpart" subtype="verse" n="3"><p>ἔθυεν ἐν Γαιβενθὸμ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς καὶ τὰ βδελύγματα
τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν
Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ
ὑποκάτω παντὸς ξύλου ἀλσώδους.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ παρέδωκεν αὐτὸν Κύριος
ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέων Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ
καὶ ἠχμαλώτευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλήν· καὶ γὰρ εἰς τὰς
χεῖρας βασιλέων Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἑαυτῷ
πληγὴν μεγάλην.</p></div><div type="textpart" subtype="verse" n="6"><p>καὶ ἀπέστειλεν Φάκεε ὁ τοῦ Ῥομελὰ βασιλεὺς
Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν
'ἰσχύι, ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν
υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ
καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ ᾐχμαλώτισαν
οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας
υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν
τὰ σκῦλα εἰς Σαμάρειαν.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ὠδὴδ
ὄνομα· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς
Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ Κυρίου θεοῦ τῶν πατέρων
ὑμῶν ἐπὶ τὸν Ἰουδά, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν,
καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἰερουσαλὴμ λέγετε κατακτήσεσθαι εἰς
δούλους καὶ δούλας· οὐκ ἰδοὺ ὑμῖν μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ θεῷ
ἡμῶν;</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν
ἣν ἠχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ Κυρίου ἐφʼ ὑμῖν.
<note type="marginal">A</note> <note type="footnote">XXVIII 1 εικοσι] pr υιος A | Αχαβ A | om ετη A 2 βασιλεως] των
βασιλεω A | εποιησεν· ΒA | εν] και A 3 om εν B (hab A) | Γαιβενθομ|
Γ ηβεεννομ A | και 2⁰] κατα B¹? ?ᵃᵇA | των εθνων] pr παντων A | ων] pr των
απεριτμητων τουτων| και A | εξωλοθρ. B? | υιων] pr των A 4 αλσωδου A
5 βασιλεων] βασιλεως A (bis) | ηχμαλωτευσεν A | πολλην] + και ηγαlγεν εις
Δαμασκον A | om γαρ A | παρεδωκαν A | εαυτω] εν αυτω A 6 απεστειλεν]
απεκτεινεν A | Ρομελιου A | ουτων] εαυτων Aᵇ 7 Eζεχρι A | Μαασαιαν]
Μασιαν A | Eγδρεικαν] δζρικαν A | Ελκανα A 8 ηχμαλωτευσαν A | θυ
γατερας] pr και A | Σαμαριαν A (item 9) 9 ονομα] + αυτω BᵃᵇA | Ἰουδαν
A | εν 2⁰ bis scr A | εως] pr και A 10 και 2⁰] εξ Bᵃᵇᵐᵍ | λεγετε] pr υμεις
A | δουλους] δουλας B (δουλους Bᵃᵐb txt) | υμιν] εμι Bᵃᵇ (superscr) A | θεω]
pr τω A | ημων] υμων A 11 om και 1⁰ A | αιχμαλωτευσατε A | οργη]
+θυμου A</note>
</p></div><pb n="107"/><div type="textpart" subtype="verse" n="12"><p>καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφράιμ, Οὐδειὰ ὁ τοῦ <note type="marginal">B</note>
Ἰωάνου καὶ Ζαχαρίας ὁ τοῦ Μοσολαμὼθ καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ
καὶ Ἀμασείας ὁ τοῦ Κοάδ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου·</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς
ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφʼ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι
ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία
ἡμῶν καὶ ἀργὴ Κυρίου θεοῦ ἐπὶ τὸν Ἰσραήλ.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ ἀφῆκαν οἱ
πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων
καὶ πάσης τῆς ἐκκλησίας.</p></div><div type="textpart" subtype="verse" n="15"><p>καὶ ἀνέστησαν ἄνδρες οἵ ἐπεκλήθησαν
ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς
γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ
ὑπέδησαν αὐτούς, καὶ ἔδωκαν καὶ φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο
καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν
αὐτοὺς εἰς Ἰερειχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ
ἐπέστρεψαν εἰς Σαμάρειαν.</p></div><div type="textpart" subtype="verse" n="16"><p>Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν
Ἀχὰς πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ </p></div><div type="textpart" subtype="verse" n="17"><p>καὶ ἐν τούτῳ, ὅτι
Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδη καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν.</p></div><div type="textpart" subtype="verse" n="18"><p>καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς
καὶ  ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσάμυς. τὴν Ἀἰλὼ
καὶ τὴν Γαληρὼ καὶ τὴν Σαωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν
Γαλεζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ </p></div><div type="textpart" subtype="verse" n="19"><p>ὅτι ἐταπεί
νωσεν Κύριος τὸν Ἰούδαν δι Ἀχὰζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη
ἀποστάσει ἀπὸ Κυρίου.</p></div><div type="textpart" subtype="verse" n="20"><p>καὶ ἦλθεν ἐπʼ αὐτὸν αλγαφελλάδαρ
βασιλεὺς Ἀσσούρ· καὶ ἔθλιψαν αὐτόν.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>