<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:14.1-14.15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1:14.1-14.15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0527.tlg016.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="verse" n="1"><p>Καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν
αὐτὸν ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀκὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
ἐν ταῖς ἡμέραις Ἀκὰ ἡσύχασεν ἡ γῆ Ἰούδα ἔτη δέκα.</p></div><div type="textpart" subtype="verse" n="2"><p>καὶ ἐποίηκεν
τὸ καλὸν καὶ τὸ εὐθὲς ἐνώπιον Κυρίου θεοῦ αὐτοῦ.</p></div><div type="textpart" subtype="verse" n="3"><p>καὶ
ἀπέστησεν τὰ θυσιαστήρια τῶν ἀλλοτρίων καὶ τὰ ὑψηλά, καὶ
συνέτριψεν τὰς στήλας καὶ ἐξέκοψεν τὰ ἄλση,</p></div><div type="textpart" subtype="verse" n="4"><p>καὶ εἶπεν τῷ
Ἰούδᾳ ἐκζητῆσαι τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν καὶ ποιῆσαι
τὸν νόμον καὶ τὰς ἐντολάς.</p></div><div type="textpart" subtype="verse" n="5"><p>καὶ ἀπέστησεν ἀπὸ πασῶν τῶν
πόλεων Ἰούδα τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα, καὶ εἰρήνευσεν.</p></div><div type="textpart" subtype="verse" n="6"><p>πόλεις τειχήρεις ἐν γῆ Ἰούδα, ὅτι εἰρήνευσεν ἡ γῆ· καὶ οὐκ ἦν
αὐτῷ πόλεμος ἐυ τοῖς ἔτεσιν τούτοις, ὅτι κατέπαυσεν αὐτῷ Κύριος.</p></div><div type="textpart" subtype="verse" n="7"><p>καὶ εἶπεν τῷ Ἰούδᾳ Οἰκοδομήσωμεν τὰς πόλεις ταύτας, καὶ
ποιήσαομεν τείχη καὶ πύργους καὶ πύλας καὶ μοχλούς, ἐνώπιον
τῆς γῆς κυριεύσομεν· ὅτι καθὼς ἐζητήσαμεν Κύριον θεὸν ἡμῶν,
ἐξεζήτησεν ἡμᾶς, καὶ κατέπαυσεν ἡμᾶς κυκλόθεν καὶ εὐόδωσεν
ἡμῖν.</p></div><div type="textpart" subtype="verse" n="8"><p>καὶ ἐγένετο τῷ Ἀκὰ δύναμις ὁπλοφόρων αἰρόντων
θυρεοὺς καὶ δόρατα ἐν γῇ Ἰούδα τριακόσιαι χιλιάδες, καὶ ἐν γῇ
Βενιαμεὶν πελτασταὶ καὶ τοξόται διακόσιαι καὶ πεντήκοντα
χιλιάδες, πάντες οὗτοι πολεμισταὶ δυνάμεως.</p></div><div type="textpart" subtype="verse" n="9"><p>καὶ ἐξῆλθεν ἐπʼ αὐτοὺς
Ζάρε ὁ Αἰθίοψ ἐν δυνάμει, ἐν χιλιάσιν καὶ ἄρμασιν τρίακοσίοις,
καὶ ἦλθεν ἕως Μαρισήλ.</p></div><div type="textpart" subtype="verse" n="10"><p>καὶ ἐξῆλθεν Ἀκὰ εἰς συνάντησιν
αὐτῷ, καὶ παρετάξατο πόλεμον ἐν τῇ φάραγγι κατὰ
βορρᾶν Μαρείσης.</p></div><div type="textpart" subtype="verse" n="11"><p>καὶ ἐβόησεν Ἀκὰ πρὸς Κύριον θεὸν αὐτοῦ
καὶ εἶπεν Κύριε, οὐκ ἀδυνατεῖ παρὰ σοὶ σώζειν ἐν πολλοῖς καὶ ἐν
ὀλίγοις· κατίσχυσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, ὅτι ἐπὶ σοὶ πεποί
θαμεν, καὶ ἐπὶ τῷ ὀνόματί σου ἤλθαμεν ἐπὶ τὸ πλῆθος τὸ πολὺ
τοῦτο· Κύριε ὁ θεὸς ἡμῶν, μὴ κατισχυσάτω πρὸς σέ ἄνθρωπος.</p></div><note type="footnote">21 τεσσαρει A 22 Αδδω A XIV 2 θεου] pr του A | αυτου] <note type="marginal">A</note>
εαυτοῦ A 4 τον κυριον θεον] κυ τον θῡ A | ουτων] εαυτων A 7 ενωπιον]
εν ω A | κυριευομεν A | ευωδωσεν Bᵃᵇ 8 om και A | παντες] πεντες A
9 ο Αιθιοψ] om ο A | χιλιασιν] χειλιαισιν B* χιλιασι Bᵇ χιλιαις χιλιασιν A |
και ηλθε| και ηλθεν A | Μαρισηλ] Μαρησα A 10 Μαρεισης] Μαρησα
A 11 ουκ αδυνατει] ου δυνατει A | πεποιθαμεν] αμ sup ras Aᵇ |
ηλθομεν A</note><pb n="84"/><note type="marginal">B</note><div type="textpart" subtype="verse" n="12"><p>καὶ ἐπάταξεν Κύριος τοὺς Ἀἰθίυοπας ἐναντίον Ἰούδα, καὶ ἔφυγον
Αἰθίπες,</p></div><div type="textpart" subtype="verse" n="13"><p>καὶ κατεδίωξεν Ἀκὰ καὶ ὁ λαὸς αὐτοῦ ἕως Γεδώρ· καὶ
ἔπεσον Αἰθίοπες ὥστε μὴ εἶναι ἐν αὐτοῖς περιποίησιν, ὅτι συνετρίβησαν
ἐνώπιον Κυρίου καὶ ἐναντίον τῆς δυνάμεως αὐτοῦ· καὶ ἐσκύλευσαν
σκῦλα πολλά.</p></div><div type="textpart" subtype="verse" n="14"><p>καὶ ἐξέκοψαν τὰς κώμας αὐτῶν κύκλῳ
Γεδώρ, ὅτι ἐγενήθη ἔκστασις Κυρίου ἐπʼ αὐτούς, καὶ ἐσκύλευσαν
πάσας τὰς πόλεις αὐτοῦ, ὅτι πολλὰ σκῦλα ἐγενήθη αὐτοῖς·</p></div><div type="textpart" subtype="verse" n="15"><p>καί
γε σκηνὰς κτήσεων, τοὺς Ἀμαζονεῖς, ἐξέκοψαν, καὶ ἔλαβον πρόβατα 
πολλὰ καὶ καμήλους, καὶ ἐπέστρεψαν εἰς Ἰερουσαλήμ.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>