<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0317.tlg002.1st1K-grc1:45-111</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0317.tlg002.1st1K-grc1:45-111</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0317.tlg002.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="45"><p>45 Εἶθ᾿  οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ὑμῶν
πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ
καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χλριστοῦ καὶ κατηχήσας
αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, <lb n="30"/>
καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς
αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.</p></div><div type="textpart" subtype="chapter" n="46"><p>46 Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιθος ἀδελφοὶ τυγχάνοντες
σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ

<pb n="174"/>
δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως
ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀντερεῖ
<lb n="25"/> ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ
ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα
ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσῳ. Τρόμος
δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως
ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ.</p></div><div type="textpart" subtype="chapter" n="47"><lb n="30"/><p>47 Τότε λαβόμενος αὐτοῦ τῆς χερὸς ἀνῆλθεν ἐν ᾧ τὸ
πτῶμα ἦν τοῦ τεθνηκότος, ὄχλου πολλοῦ περιόντος, καὶ κρατήσας
τῇς χειρὸς αὐτοῦ εἶπεν· Ἀνάστα ὁ καθεύδων ἐν τῷ
ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου· Καὶ εὐθέως ἀνέστη
ὁ ἱερεὐς ὑγιής. τοῦ δὲ ὄχλου θαυμάζοντος καὶ κράζοντος·
<lb n="35"/> Μέγας ὁ θεὸς Ἰωάννου· ἐπιλαβόμενος αὐτοὺς ὁ Ἰωάννης καὶ
κατηχήσας ἐβάπτισεν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υὑοῦ

<pb n="175"/>
καὶ τοῦ ἁγίου πνεύματος σὺν πολλῷ πλείονι ὄχλῳ. ἐμείναμεν
δὲ ἐν ταῖς πέριξ χώραις ἔτη δ΄ βαπτίζοντες καὶ καταρτίζοντες <lb n="20"/>
ἱερεῖς καὶ θεραπεύοντες πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν,
πάντων πιστευσάντων ἀπὸ θάλασσαν ἕως θάλασσαν· καὶ μετὰ
ταῦτα ὑπεστρέψαμεν ἐν Ἐφέσῳ δοξάζοντες τὸν θεόν.</p></div><div type="textpart" subtype="chapter" n="48"><p>48 Μετὰ οὖν ἡμέρας τινὰς κατὰ θείαν ἀποκάλυψιν ἐξῆλθεν
ὁ Ἰωάννης ἔν τινι κώμῃ εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν. καὶ <lb n="25"/>
ἦν ἐκεῖ τις νεανίας χωρικός, νουθετούμενος πολλάκις παρὰ
τοῦ ἰδίου πατρὸς ἵνα μὴ λάβῃ τοῦ συνεργοῦ τὴν γυναῖκα·
φθόνῳ δὲ διαβόλῳ κινηθείς, μὴ φέρων ὁ παῖς τὴν τοῦ πατρὸς
νουθεσίαν, λακτίσας αὐτὸν ἄφνω ἔθηκεν ἐπὶ τὴν γῆν
νεκρόν. τοῦτον οὖν ὁ Ἰωάννης ἰδὼν εἶπεν· Ὦ κύριε, σήμερον <lb n="30"/> <note type="marginal">189 Z</note>
ἕνεκεν τούτου με ἐκάλεσας ἐνθάδε;</p></div><div type="textpart" subtype="chapter" n="49"><p>49 Ὁ δὲ νεανίας ὁρῶν τὸν ἄωρον θάνατον τοῦ πατρὸς
αὐτοῦ, προσδοκῶν συλληφθῆναι καὶ ἀντιφονευθῆναι, τὴν λύπην
μὴ φέρων, ὃ ἐπεφέρετο δρέπανον τρέχων ἐν τῇ οἰκίᾳ
ἠβουλήθη σφάξαι τὴν γυναῖκα, εἶθ᾿ οὕτως ἑαυτόν. τοῦτον <lb n="35"/>
οὖν ἰδὼν ὁ Ἰωάννης τρέχοντα καὶ γνοὺς τῷ πνεύματι εἶπεν

<pb n="176"/>
πρὸς αὐτόν· Στῆθι δαῖμον καὶ ἀνάγγειλόν μοι τί τρέχεις.
Ὁ δὲ παῖς τρέμων καὶ κλαίων διηγήσατο τὸν Ἰωάννην ὅτι
Πατρὸς φονεὺς γέγονα ὁ ταλαίπωρος· καὶ ἰδοὺ διὰ τὴν
<lb n="30"/> πολλὴν θλῖψιν μέλλω καὶ ἣν ἐμοίχευσα γυναῖκα ἀνελεῖν καὶ
ἐμαυτόν.</p></div><div type="textpart" subtype="chapter" n="50"><p>50 ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χριστοῦ,
ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστήσομαι
τὸ κακὸν.</p></div><div type="textpart" subtype="chapter" n="51"><lb n="35"/><p>51 Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πολιὰς
τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν

<pb n="177"/>
ἀναβλέψας καὶ στενάξας εἶπεν· Κύριε σοῦ μόνου ἐστὶν τὸ
ἔργον τοῦτο.</p></div><div type="textpart" subtype="chapter" n="52"><p>52 Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν
τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ <lb n="30"/>
εὐθέως ἀνέστη.</p></div><div type="textpart" subtype="chapter" n="53"><p>53 Ἰδὼν δὲ ὁ παῖς τὴν παρʼ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς
αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυτοῦ
μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς
μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς <lb n="35"/>
καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια.
ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ
Ἰωάννου.</p></div><pb n="178"/><div type="textpart" subtype="chapter" n="54"><p>54 Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς
αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι
<lb n="20"/> δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε
οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς
ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ
συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ
παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων
<lb n="25"/> παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν
ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν
ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς
<note type="marginal">190 Z</note> αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν
πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν
<lb n="30"/> θεόν.</p></div><div type="textpart" subtype="chapter" n="56"><p>56<gap reason="omitted"/> Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὡς ἦν Ἰωάννης καθεζόμενος
πέρδιξ διαπτᾶσα καὶ ἐλθοῦσα ἐκονίζετο ἔμπροσθεν αὐτοῦ.
ὁ οὖν Ἰωάννης βλέπων αὐτὸ ἐθαύμαζεν. ἱερεὺς δέ τις ἐλθών,
εἷς τῶν ἀκροατῶν ὤν, εἰσελθὼν πρὸς Ἰωάννην, εἶδεν τὴν πέρδικα
<lb n="35"/> κονιζομένην ἔμπροσθεν αὐτοῦ· καὶ σκανδαλισθεὶς ἐν
ἑαυτῷ ἔλεγεν· Ὁ τοιοῦτος καὶ τηλικοῦτος τέρπεται ἐπὶ πέρδικος
κονιαζομένης; Γνοὺς δὲ ὁ Ἰωάννης τῷ πνεύματι τὴν ἐνθύμησιν

<pb n="179"/> 
αὐτοῦ εἶπεν πρὸς αὐτόν· Ἄμεινον ἦν καὶ σὲ τέκνον
ὁρᾶν πέρδικα κονιζομένην καὶ μὴ εἰς αἰσχρὰς καὶ βεβήλους
πράξεις μολύνεσθαι. ὁ γὰρ πάντων τὴν ἐπιστροφὴν καὶ τὴν
μετάνοιαν ἀναμένων διὰ τοῦτο ἐνταῦθά σε ἤγαγεν· ἐπεὶ <lb n="20"/>
ἐγὼ πέρδικος κονιζομένης οὐ χρῄζω· ἡ γὰρ πέρδιξ ἡ σή ἐστιν
ψυχή.</p></div><div type="textpart" subtype="chapter" n="57"><p>57<gap reason="omitted"/> Ταῦτα ἀκούσας ὁ πρεσβύτης καὶ ἰδὼν ὅτι οὐκ ἔλαθεν
ἀλλὰ πάντα τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ εἶπεν αὐτῷ ὁ ἀπόστολος
τοῦ Χριστοῦ, πεσὼν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐβόα λέγων· <lb n="25"/>
Νῦν οἶδα ὅτι ὁ θεὸς οἰκεῖ ἐν σοὶ μακάριε Ἰωάννη· καὶ μακόριος
ὅστις οὐκ ἐπείρασεν ἐν σοὶ τὸν θεόν· ὁ γὰρ σὲ πειράζων
τὸν ἀπείραστον πειράζει. Παρεκάλει δὲ αὐτὸν εὔχεσθαι
ὑπὲρ αὐτοῦ· καὶ κατηχήσας αὐτὸν καὶ δοὺς κανόνας ἀπέλυσεν
εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν ἐπὶ πάντων θεόν.|</p><lb n="30"/></div><pb n="203"/><div type="textpart" subtype="chapter" n="106"><p>106 Ὡς δὲ ἔγνω τὴν μετάστασιν αὐτοῦ δι᾿ ἀποκαλύψεως <lb n="15"/> <note type="marginal">191 Z</note>
κυρίου, κυριακῆς ἡμέρας οὔσης συνὼν τοῖς ἀδελφοῖς μετὰ τὴν
θείαν καὶ φρικτὴν μυσταγωγίαν καὶ τὴν κλάσιν τοῦ ἄρτου
πάντων συνηγμένων ἑἶπεν· Ἐπειδὴ ὦ τεκνία μου ὁ χρόνος τῆς

<pb n="204"/>
ζωῆς μου βραχὺς καὶ ὀλιγοστός ἐστιν καὶ μέλλω πρὸς τὸν
κύριόν μου πορεύεσθα, στηρίζεσθε ἐν τῇ πίστει καὶ ἀγάπῃ τοῦ
Κριστοῦ· καὶ ἃ εἴδετε παῤ ἐμοῦ ἐπιτελούμενα καὶ παρελάβετε
<lb n="15"/> μὴ ἐπιλάθεσθε, ἵνα κἀγὼ ἐν τῇ ἀναστάσει τοῦ κυρίου εἴπω·
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. Μνημονεύετε
ὅσας δι᾿ ἐμοῦ ὑμῖν παρέσχεν ὁ θεὸς ἀντιλήψεις, χαρίσματα
ἰαμάτων, κυβερνήσεις, γνώσεις, κοινωνίας, πίστεις, διδασκαλίας,
δωρεὰς ἰαμάτων·</p></div><div type="textpart" subtype="chapter" n="107"><lb n="20"/><p>107 καὶ γίνεσθε χρηστοὶ καὶ οἴκτίρμονες, ἀλλήλους

<pb n="205"/>
οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνότητι.
ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκείμενόν
μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ <lb n="15"/>
ἀφʼ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ
θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης

<pb n="206"/>
αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς
<lb n="15"/> πολιτευομένων ὑμῶν.</p></div><pb n="209"/><div type="textpart" subtype="chapter" n="111"><p>111 Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ
τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν

<pb n="210"/>
Οὐῆρον· Τέκνον Εὐτυχῆ, σὲ καθίστημι μετὰ θεὸν πρωτόθρονον
καὶ ποιμένα τοῦ λαοῦ τούτου· βλέπε τέκνον Οὐῆρε
<lb n="15"/> πῶς μέλλεις ποιμᾶναι τὸ ποίμνι <gap reason="omitted"/></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>