<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1.12-2.2.1.15</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1.12-2.2.1.15</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" n="2"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2" n="2"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2" n="1"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1" n="12"><p rend="align(indent)">οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ <pb xml:id="v.2.p.520"/>  δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ <q rend="spaced">πολλάκις</q> φησὶν <q rend="spaced">ἐθαύμασα</q>. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1" n="13"><p rend="align(indent)">καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. <q rend="spaced">τίσι ποτὲ λόγοις</q>· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ <q rend="spaced">τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν</q>. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατʼ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλʼ <q rend="spaced">οἱ γραψάμενοι Σωκράτην</q>. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, <q rend="spaced">ἀδικεῖ μέν, ἀδικεῖ δέ</q>.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1" n="14"><p rend="align(indent)">εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα <q rend="spaced">τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν</q>· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλʼ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, <q rend="spaced">πρῶτον</q>. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατʼ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, <q rend="spaced">πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει</q>;  </p></div><pb xml:id="v.2.p.521"/><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:2.2.1" n="15"><p rend="align(indent)">πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον <q rend="spaced">οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα</q>, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλʼ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν <q rend="spaced">ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον</q>, εἶθʼ ἑξῆς <q rend="spaced">λέγονται χρήματα</q>. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.</p></div></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>