<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.5.3.2-1.8.1.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.5.3.2-1.8.1.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1" n="5"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.5" n="3"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.5.3" n="2"><p rend="align(indent)">πάντα ἐξαίρει τὴν ἐν τῷ λόγῳ σφοδρότητα ἐργάζονται, ὡς ἐν τῷ κατὰ Κόνωνος, <q rend="spaced">εἱλκόμην καὶ ἐξεδυόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε</q>, καὶ ὅπου λέγει περὶ τῆς μητρός, οὐ γὰρ εἶπεν ἐξεληλύθει, ἀλλὰ ἐμφαντικώτερον τῇ ὀνομασίᾳ, <q rend="spaced">ἐξεπεπηδήκει ἡ μήτηρ</q>· ἐν γὰρ τῷ ὀνόματι ἡ ἔμφασις.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.5.3" n="3"><p rend="align(indent)">ὥσπερ δὲ πολλάκις εἴπομεν τὰς τροπὰς πολλαχοῦ μέγα δύνασθαι, τοῦτο καὶ ἐν τῇ σφοδρότητι, ὅταν λέγῃ κατὰ τῆς πονηρίας τῆς Ἀριστογείτονος σφοδρότητος ἕνεκα, <q rend="spaced">κάπηλος καὶ μεταβολεὺς καὶ μόνον οὐ ζυγὰ καὶ σταθμὰ ἔχων ἅπαντα ἐπώλει</q>.</p></div></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1" n="6"><head rend="align(center)">περὶ ἐμφάσεως.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6" n="1"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.1" n="1"><p rend="align(indent)">τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται· ὅμως δʼ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, <q rend="spaced">ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρʼ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων</q>, καὶ πάλιν, <q rend="spaced">ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια</q>. ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθʼ ἑαυτό, <pb xml:id="v.2.p.496"/>  τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.1" n="2"><p rend="align(indent)">ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, <q rend="spaced">θέαμα δεινόν</q>, καὶ πάλιν <q rend="spaced">νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρʼ ὑμῶν ἐπανορθώσεως δεόμενον</q>. καὶ ἐν τῷ κατὰ Μειδίου, <q rend="spaced">ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ</q>.</p></div></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6" n="2"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.2" n="1"><p rend="align(indent)">κατὰ δὲ σχῆμα ἔμφασις γίνεται, ὅταν τις δεικτικοῖς χρῆται, οἷον <q rend="spaced">οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων</q>. καὶ πάλιν ἐν συμβουλευτικοῖς, <q rend="spaced">ὁρᾶτε ταύτην τὴν πόλιν, ἐν ταύτῃ τηλικαύτῃ τὸ μέγεθος οὔσῃ. ὁρᾷς τὸν Ἀριστόλοχον τὸν Χαριδήμου; ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο.</q> </p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.2" n="2"><p rend="align(indent)">ἔμφασιν δέ σοι καὶ ἐρωτήσεις ποιήσουσιν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος, <q rend="spaced">εἰ δέ τις ἔροιτό σε, ὦ Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τὸν δῆμον Θορίκιος καὶ υἱὸς Μαντιθέου, οὐδὲν ἄλλο ἂν ἔχοις εἰπεῖν πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίθεος;</q> καὶ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, <q rend="spaced">εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ ὑπὲρ σοῦ τοῦτο ποιήσω</q>, εἶτα ἡ ἐρώτησις, <q rend="spaced">πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου;</q> </p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.2" n="3"><p rend="align(indent)">καὶ ὅταν δέ τις ἀναιρέσεσι συνεχέσι χρῆται, ἔμφασις γίνεται ἐν τῷ λόγῳ.</p></div></div><pb xml:id="v.2.p.497"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6" n="3"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.6.3" n="1"><p rend="align(indent)">κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται τὸν αὐτὸν τρόπον ἔμφασις, ὅνπερ καὶ ἡ τραχύτης καὶ ἡ σφοδρότης.</p></div></div></div><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1" n="7"><head rend="align(center)">περὶ δεινότητος.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.7" n="1"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.7.1" n="1"><p rend="align(indent)">δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατʼ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει, ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, διʼ οὓς σώζεται Χερρόνησος. ὡς δʼ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, <q rend="spaced">ἔστι δʼ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθʼ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ <pb xml:id="v.2.p.498"/> Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα.</q> </p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.7.1" n="2"><p rend="align(indent)">δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος, νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; <q rend="spaced">ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρʼ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν</q>. τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, <q rend="spaced">ὅταν δʼ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας.</q> </p></div></div></div><pb xml:id="v.2.p.499"/><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1" n="8"><head rend="align(center)">περὶ ἐπιμελείας.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.8" n="1"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.8.1" n="1"><p rend="align(indent)">ἐπιμέλεια δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην, ὅταν τις μὴ χωρίζῃ τὰ νοήματα ἀπʼ ἀλλήλων μηδὲ διιστᾷ, ἀλλὰ συνάπτῃ αὐτὰ ἀλλήλοις, καὶ ὅταν τις μικταῖς ἐπινοίαις καὶ παντοδαπαῖς χρῆται οἷον ἔξωθεν ἐπαγόμενος καὶ ἐκ τῶν ὑπολειπομένων ἐπιλαμβάνων, καὶ ὅταν τις μὴ ψιλὰ τὰ πράγματα ἐκτίθηται, ἀλλὰ μετὰ τῶν παρακολουθούντων αὐτοῖς καὶ τῆς τῶν πραγμάτων φύσεως, οἷον ἢ τρόπον λέγων ἢ χρόνον ἢ αἰτίαν ἢ τόπον, καὶ ὅταν τις τροπαῖς χρῆται, ἐπιμέλεια γίνεται.</p></div></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>