<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.1.8-1.3.2.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.1.8-1.3.2.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="book" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2" n="1"><div type="textpart" subtype="chapter" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1" n="3"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3" n="1"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.1" n="8"><p rend="align(indent)">περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου <q rend="spaced">τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον</q>, εἶτα ἡ ποιότης προσληφθεῖσα <q rend="spaced">καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ <pb xml:id="v.2.p.479"/>  σαφές</q>, καὶ νῦν τὸ εἰσαγόμενον, <q rend="spaced">τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι</q>. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις <q rend="spaced">δίκαιον ὦ γῆ καὶ θεοί</q>. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.1" n="9"><p rend="align(indent)">περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα <q rend="spaced">κατεναυμάχησεν</q>, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν <q rend="spaced">μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών</q>, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ <q rend="spaced">κατεναυμάχησε Λακεδαιμονίους</q>.</p></div></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3" n="2"><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.2" n="1"><p rend="align(indent)">κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ <q rend="spaced">ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε</q>, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο <q rend="spaced">τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με</q>. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ <pb xml:id="v.2.p.480"/>  δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν <q rend="spaced">καὶ παθὼν τοιαῦτα</q> ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, <q rend="spaced">ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με</q>. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει <q rend="spaced">καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι</q>. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, <q rend="spaced">καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν</q>· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] <q rend="spaced">ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν</q>. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως <q rend="spaced">οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι</q>.</p></div><div type="textpart" subtype="subsection" xml:base="urn:cts:greekLit:tlg0284.tlg056.perseus-grc2:1.3.2" n="2"><p rend="align(indent)">περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει <q rend="spaced">τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν</q>; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει <q rend="spaced">πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ</q>. καὶ πάλιν ἑτέρωθι <q rend="spaced">τοῦ χάριν δὴ <pb xml:id="v.2.p.481"/>  ταῦτα διεξῆλθον</q>; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.</p></div></div></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>