<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:177-178</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:177-178</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="177"><p> αὐτὸ τοῦτʼ ἔχοντες ἐπαρθῆναι καὶ τούτῳ μάλιστα πιστεύσαντες ἁμαρτεῖν, οὐ τῷ διὰ τέλους κρατήσειν τῆς πόλεως, ἀλλὰ τῷ μηδʼ ἂν ληφθῶσι μηδὲν δεινὸν πείσεσθαι, ὡς Ἀθηναίους γε πεφυκότας σώζειν. δῆλον δέ· ἃ γὰρ περὶ <pb xml:id="v.1.p.290"/>  Μυτιληναίων μετέγνωσαν τίς ἔχει νικῆσαι πόλις οἷς ἐξ ἀρχῆς ἐβουλεύσατο; ἐκεῖνοι γὰρ ἃ μὲν τῇ προτεραίᾳ διέγνωσαν τῆς κρίσεως ἦν καὶ ὧν ἠδίκηντο, ἃ δὲ τῇ ὑστεραίᾳ μετέγνωσαν τῆς πόλεως ἦν μόνης καὶ ἡ τριήρης τὴν τριήρη κατειλήφει. θαυμάζω δὲ εἰ τῶν μὲν ἰδιωτῶν τὴν ἔργῳ πάντες ἀπολογίαν τιμῶσι, τῆς πόλεως δὲ οὐχ ὁρῶσιν οἱ σεμνοὶ τὰ ἔργα διʼ οἵων καὶ ὅσων ἀπολελόγηται περὶ τούτων. καὶ ἡλίου μὲν καὶ σελήνης οὐχ ὅσα βλάπτουσι κατηγοροῦμεν, ἀλλʼ ὅσων ἀγαθῶν αἴτιοι γίγνονται θαυμάζομεν, τὴν πόλιν δʼ ἐξ ὧν ἐνίοις προσέκρουσεν, ἀλλʼ οὐκ ἐξ ὧν ἅπασιν ὡμίλησεν, οὐδʼ ἐκ τῆς ὅλης φύσεως κρινοῦμεν; οὐκ οἴομαί γε. ὥσπερ ἂν εἴ τις καὶ τῶν θεῶν κατηγοροίη τοὺς σκηπτοὺς καὶ τὰς βροντὰς, κἂν εἴ τι σεισθῇ, τὰς ὅλας καὶ κοινὰς εὐεργεσίας αὐτῶν ἀμελήσας σκοπεῖν. ἡ τοίνυν πόλις Σκιωναίους μὲν ἀνέστησε, τοὺς δʼ Ἕλληνας ἅπαντας καὶ κοινῇ καὶ καθʼ ἑκάστους ἔσωσε, καὶ ταῦτα μυριάκις. ἡδέως δʼ ἂν πυθοίμην τῶν ῥᾳδίως ἀξιούντων αὑτοὺς τὰ τηλικαῦτα κατηγορεῖν τίνας τοιούτους αὐτὴν ἀναστάτους ποιῆσαί φασιν οἵους ἀναστάτους ἐκώλυσε <pb xml:id="v.1.p.291"/>  γενέσθαι Θηβαίους, ἢ τίνων τείχη καθελεῖν οἷα Κορινθίοις ἀνέστησεν, ἢ τίνας τοιούτους ἀνελεῖν οἵους διετήρησε Λακεδαιμονίους καὶ τὰς μετʼ ἐκείνων πόλεις, ἄλλοις τε πολλοῖς παλαιοῖς καὶ καλοῖς ἔργοις, καὶ τὰ τελευταῖα τῇ περὶ Μαντίνειαν ἀρίστῃ τῶν Ἑλληνικῶν, οἶμαι δὲ καὶ τῶν μνημονευομένων, ἱππομαχίᾳ.</p><p rend="align(indent)">ὃ δʼ ὡσπερεὶ κεφάλαιον τῶν χρόνων ἐκείνων ἐστὶ καὶ ὃ πάσας τῇ πόλει καὶ τὰς ἄνω καὶ τὰς τότε πράξεις </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="178"><p> ἐπεσφραγίσατο, Διονυσίου γὰρ τοῦ Σικελίας μὲν τυράννου, πολλῶν δὲ καὶ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐπάρχοντος εἰς νοῦν ἐμβαλλομένου ἐπιθέσθαι τῇ Ἑλλάδι, τῷ μήκει τῶν πολέμων κεκακωμένῃ, καὶ τοῦτο μὲν τοὺς προσοίκους τοῖς Ἕλλησι βαρβάρους τεθεραπευκότος ἐκ πολλοῦ, τοῦτο δὲ τὸν Περσῶν βασιλέα καλοῦντος, καὶ τοῦ πράγματος ἤδη ζέοντος, ἔσχον τὴν πεῖραν Ἀθηναίων στρατηγοὶ δύο, ὁ μὲν τὰς ἀπὸ Σικελίας ναῦς προσπλεούσας ἁπάσας λαβὼν αὐτοῖς ἀνδράσιν, ὁ δὲ καταναυμαχήσας Λακεδαιμονίους ἐπὶ Λευκάδι καὶ τὴν θάλατταν διʼ αὑτοῦ ποιησάμενος. μόνη γὰρ πόλεων οὐ τύραννον ἐπηγάγετο, οὐ πλοῦτον ἐθαύμασεν, οὐκ ἀσφάλειαν, οὐχ ἡδονὰς ἀντὶ τῶν δικαίων ἠλλάξατο, ἀλλʼ ὥσπερ ἅπασι πεφυκυῖα ζῆν οὕτως ἑαυτὴν ἤγαγε. καὶ γάρ τοι πάντες, ὅσοι τῆς Ἑλλήνων ἀρχῆς ἐπεθύμησαν τῇ πόλει πολεμοῦντες διεγένοντο. καὶ Φίλιππος τοὺς μὲν ὑπερεῖδε τῶν ἄλλων Ἑλλήνων, τοὺς δʼ ἐλπίσι καὶ δωρεαῖς αὑτῷ συμπράττειν ἔπεισε· πρὸς δὲ τὴν πόλιν <pb xml:id="v.1.p.292"/> πολεμῶν ἐξ ἀρχῆς διετέλεσεν, ὥσπερ ὅρον τινὰ ἀναγκαῖον ἐκπληρῶν. ἡ δὲ ἕως μὲν ἐξήρκει, τοὺς μὲν ἐξῃρεῖτο, τοῖς δʼ ἐν πατρίδος μοίρᾳ κατέστη, πάντων δὲ ὥσπερ μήτηρ ὑπὲρ παίδων προὔκαμε, μόνη δὲ τὸ σύμβολον τῆς Ἑλλάδος διετήρησε καὶ συνεσκίασε τὰς κατεχούσας τότε συμφοράς· ἐπεὶ δʼ ἔκλινε τὰ πράγματα, οὐδὲν ἦν ἐμποδὼν Φιλίππῳ, ἀλλʼ ἐδείχθη σαφῶς ὅτι καὶ αἱ νῖκαι τῆς πόλεως τῶν Ἑλλήνων εἰσὶ νῖκαι καὶ τὰ τῆς πόλεως ἐναντιώματα τῶν Ἑλλήνων ἁπάντων ἐστίν. οὐ γὰρ πρότερον τῆς ἡγεμονίας ἀπέστησαν Φιλίππῳ πρὶν ἡ πόλις τὴν εἰρήνην παρεδέξατο. ἔχων δὲ πολλὰ καὶ τῶν ὕστερον εἰπεῖν καὶ μάχας ἀτόπους καὶ τολμήματα θαυμαστὰ καὶ καρτερίας ὑπερφυεῖς, οὐκέθʼ ὁρῶ τὸν καιρὸν ἀρκοῦντα. τοσοῦτον δʼ ἔτι προσθεὶς τοῖς περὶ τούτων λόγοις ἀπαλλάττομαι· τέτταρας ὡς διελέσθαι γένει πολέμους ἡ πόλις πεποίηται, τοὺς μὲν αὑτῆς </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>