<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:169-170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:169-170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="169"><p> σὺν ἄλλοις γενομένη οὐκ ἔλαττον τοὺς συμπαρόντας ἢ τοὺς ἀντιπάλους ἐνίκα· καὶ παρέμεινε μόνη. ἀλλὰ μὴν τῆς γε εἰρήνης ὅσον τὸ διάφορον· ἡ μέν γε τῆς πόλεως ἐπιτάττει τῷ βασιλεῖ κἀκεῖνόν φησι δεῖν τὸ κελευόμενον ποιεῖν· οὐ γὰρ ἐᾷ πλεῖν εἴσω Χελιδονέων καὶ Κυανέων, εἰ δʼ ἐπὶ τῇ ἵππῳ μέγα φρονεῖς, οὐδὲν μᾶλλον ἐλᾷς ἄχρι θαλάττης, ἀλλʼ αὐτῆς, φησὶ, τῆς ἵππου δρόμον ἡμέρας τῆς θαλάττης ἀποσχήσεις, καὶ ἀκούσει περὶ τῶν Ἑλλήνων ὁμοίως τῶν τε ἐν τῇ Ἑλλάδι καὶ τῶν ἐν τῇ σεαυτοῦ. ταῦτα μὲν ἡ τῆς πόλεως εἰρήνη λέγει, ἡ δʼ ἑτέρα τοὺς τὴν Ἀσίαν οἰκοῦντας Ἕλληνας ἀκούειν τοῦ βασιλέως κἀκεῖνον ποιεῖν ὅ τι ἂν βούληται περὶ αὐτῶν καὶ τοῖς <pb xml:id="v.1.p.278"/>  ἄλλοις τὰ δίκαια ὁρίζειν προστέθεικεν. ἆρʼ ἴσον τὸ κεφάλαιον, ἢ μικρὸν τὸ διάφορον, ἀλλʼ οὐ πᾶν τοὐναντίον;</p><p rend="align(indent)">πάλιν δὴ τὰ πρὸς τοὺς Ἕλληνας καὶ τὰς τῶν ἐν αὐτοῖς πολέμων καταλύσεις. ἡ μὲν τοίνυν πόλις οὓς εἷλε Λακεδαιμονίων οὐδὲν κακὸν ποιήσασα ἀπέπεμψε μετʼ εἰρήνης, ὥσπερ ἀρκοῦν ἀρετῇ νενικηκέναι· οἱ δʼ ἐν Ἑλλησπόντῳ Λακεδαιμονίων, οὕτω γὰρ εὐπρεπὲς εἰπεῖν, οὓς ἔλαβον τῇ ναυμαχίᾳ κλαπέντας Ἀθηναίων ἀπέσφαξαν παραχρῆμα, καὶ πλέον οὐδὲν προστίθημι, καὶ ταῦτα ὑπάρχοντος αὐτοῖς τοῦ παραδείγματος οἴκοθεν, οἵα περὶ τοὺς δυστυχήσαντας ἡ πόλις ἐστίν· ἀλλʼ ὅμως οὐδʼ οὕτως ἐμιμήσαντο, τοσοῦτον ἀπέσχον τοῦ πρῶτοί γʼ ἂν αὐτοὶ δυνηθῆναι καταδεῖξαι. ἔτι δʼ οἱ μὲν οὐδὲν ἀποχρῶν ἡγήσαντο, ἀλλʼ ἄχρι τῆς τῶν τειχῶν ἦλθον καθαιρέσεως, ἡ πόλις δʼ ἅπαντας Πελοποννησίους κατὰ τοὺς ἄνω χρόνους νενικηκυῖα, ὡς ἐκομίσατο τὴν Εὔβοιαν, οὐ προῆλθε περαιτέρω, ἀλλὰ καὶ ἃ τῷ πολέμῳ προειλήφει, καὶ ταῦτʼ ἀπέδωκεν ἑκοῦσα, Μέγαρα, Νίσαιαν, Τροιζῆνα, Ἀχαΐαν, Πηγάς. δοκεῖ δʼ ἔμοιγε καὶ τὸ τῶν αἰχμαλώτων καὶ πᾶν ὅλως τὸ τοιοῦτον διπλῆς ἀρετῆς εἶναι τῇ πόλει σημεῖον, οὐχ, ὡς ἄν τις φήσαι, μόνον οὑτωσὶ φιλανθρωπίας. ὅσοις <pb xml:id="v.1.p.279"/>  μὲν γὰρ οἶμαι παρʼ ἐλπίδας ἢ δύναμιν τὰ τοιαῦτα </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="170"><p>κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδʼ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντʼ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δʼ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτʼ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα· διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ ʼκεῖνοι τὰ σφέτερʼ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδʼ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδʼ ἀπὸ κοινοῦ μόνοι· Ἀθηναίων δʼ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδʼ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δʼ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρʼ <pb xml:id="v.1.p.280"/>  αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν διʼ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δʼ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστʼ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρʼ ἐνίων τῇ πόλει· αἴτιον δʼ οὐκ ὠμότης οὐδʼ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δʼ οὐδʼ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν· οὔκουν ὡς ἀληθῶς ἄλλως γʼ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>