<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:151-152</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:151-152</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="151"><p rend="align(indent)">ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων <pb xml:id="v.1.p.245"/>  μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δʼ ἀπὸ Σηστοῦ, τοὺς δʼ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατʼ ἐμπορίαν πλεόντων ἐπʼ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρʼ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς <pb xml:id="v.1.p.246"/>  φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δʼ ἠκούοντο, ἅμα δʼ ἑωρῶντο· θαυμαστὴν δʼ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτʼ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπʼ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δʼ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="152"><p> ἀρχὴν διακινδυνεύοντες ἐν τῇ γῇ ἀντʼ ἀριθμοῦ σωμάτων ἐθνῶν ἀριθμοὺς διαφθείροντές τε καὶ λαμβάνοντες. ἤδη δὲ καὶ δύο τρόπαια εἰς μίαν ἡμέραν ἦλθε καὶ ναυμαχία <pb xml:id="v.1.p.247"/>  πεζομαχίᾳ παρισώθη. τοσοῦτον δὲ τῷ βασιλεῖ περιεγένετο ὥστε ἐνδοξοτέραν αὐτοῦ τὴν ἀρχὴν καὶ τοὺς τόπους ταῖς νίκαις ἐποίησαν. ὁ δʼ οὖν Εὐρυμέδων οὐχ ἥκιστα διὰ τούτους ᾁδεται. ἔδειξαν δʼ ὅτι οὐ λινοδέσμῳ σχεδίᾳ τοὺς πορθμοὺς ζευγνύντα δεῖ διαβαίνειν οὐδὲ τοῖς ὑψηλοτάτοις τῶν ὀρῶν προσπαλαίειν, ὥσπερ τι κάλλιον, ἀλλʼ ἀνδρείᾳ καὶ γνώμῃ προέχοντας κρατεῖν πανταχοῦ καλλίστοις ἁπάντων ἐφοδίοις οἶμαι καὶ καθαρῶς οἴκοθεν· μόνα γὰρ τῶν ἐχόντων διὰ τέλους ἐστὶ, τὰ δʼ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰπεῖν τύχης δῶρα, εἰ δὲ βούλει, ἀρετῆς. ὑπάρχει μὲν γὰρ καὶ τοῖς χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσιν. οὕτω δʼ ἅπασαν τὴν ἀρχὴν ἐξήλεγξαν, καὶ διέσεισαν καὶ πρὸς τοσοῦτον ἀφίκοντο οἱ μὲν εἰς τὸ Περσικὸν τελοῦντες τοῦ καταφρονηθῆναι, ἡ πόλις δὲ τοῦ πάντας αὐτῇ θαρρεῖν, ὥστʼ ἐκινήθησαν μὲν οἱ πρὸς Φάρῳ Λίβυες, συναπέστησαν δὲ Αἰγύπτιοι, βασιλεὺς δὲ <pb xml:id="v.1.p.248"/>  καίτοι τἄλλα κατὰ νοῦν περὶ αὐτοὺς πρᾶξαι δοκῶν ἀπόλλυσιν Αἰγύπτου μοῖραν οὐκ ὀλίγην τὸ ἕλος. πρότερον δʼ ᾑρήκει πᾶσαν δὶς ἤδη. ἦν δὲ τὸ τῶν Ἀθήνηθεν τριήρων οἷόν τι τῶν ἐξ οὐρανοῦ βελῶν. μόνοι γὰρ ἀνθρώπων τῶν εἰς κοινὸν πολιτευσαμένων τὴν μὲν οἰκείαν ὥσπερ ἀλλοτρίαν ἐνόμισαν, τὴν δὲ ἀλλοτρίαν οὐχ αὑτῶν ἀλλοτρίαν, ἀλλὰ τῶν σὺν κακίᾳ νεμομένων. φυλάκων δʼ ἐβίωσαν βίον, οὐδὲ τούτων ἱδρυμένων, οὐδέ γε ἑνὸς τόπου τινὸς περιπόλων, ἀλλὰ τοῦ διὰ πάσης γῆς Ἑλληνικοῦ περιπόλους ἐκείνους χρὴ καλεῖν· πολεμίους δὲ οὐ τοὺς ἀσθενεστάτους εἵλοντο, ἀλλὰ τοὺς πλεῖστα ἀνασχέσθαι δυνατωτάτους, δυοῖν ἐναγόντοιν, ἑνὸς μὲν τοῦ μηδὲν τῶν ἐσχάτων, ὅσον εἰς γνώμην καὶ παρασκευὴν ἧκε τῶν βαρβάρων, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>