<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:119-120</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2:119-120</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="119"><p> τοῦ θεοῦ χρήσαντος, προσαγαγεῖν δʼ αὐτὴν κοσμήσασα ἡ μήτηρ ὥσπερ εἰς θεωρίαν πέμπουσα· λεὼς δὲ ὅμοια <pb xml:id="v.1.p.192"/>  τούτῳ βουλεύσας, ἐκστῆναι τῶν θυγατέρων καὶ οὗτος ἐν τῷ λοιμῷ· Κόδρος δʼ ἐν τῷ πρὸς Δωριέας πολέμῳ καὶ Πελοποννησίους αὐτὸς ἐθελοντὴς ὑπὲρ τῆς χώρας ἀποθανεῖν. ὥστε καὶ οἷς τοιαῦτα ὑπάρχει τῶν σφετέρων διηγήσασθαι, καὶ τούτοις μηδὲν εἶναι πλέον εἰπεῖν τῶν παρʼ ὑμῖν, ἀλλὰ καὶ τῶν τοιούτων ἔργων ἄρχειν τὴν πόλιν διὰ τοσούτων καὶ ἔτι πλειόνων τῶν παραδειγμάτων, καὶ μηδεμίαν λείπεσθαι μήτε κοινὴν ὑπερβολὴν μήτʼ ἰδίαν. οὐ τοίνυν τῶν μὲν ἄλλων οὐδὲ καθʼ ἓν ἡττᾶσθαι τῇ πόλει συμβέβηκεν, οὐδὲ τῶν πολεμίων ὅσων εἶπον κεκρατηκέναι, τῶν δὲ παρʼ αὐτῇ ταῦτα γνόντων ὑπὲρ αὐτῆς ἀπολειφθῆναι περὶ τὴν χάριν, ἀλλὰ καὶ τούτους ταῖς εὐεργεσίαις <pb xml:id="v.1.p.193"/>  νενικηκυῖα φανήσεται, Κόδρῳ μὲν δοῦσα τὴν ἀρχὴν εἰς τοὺς παῖδας καὶ κοσμήσασα καὶ παρʼ αὐτῇ κἀν τῇ ὑπερορίᾳ τὸ γένος, τῶν δὲ κορῶν ἱερὰ ἱδρυσαμένη καὶ θείας μοίρας ἀντὶ θνητῆς ἀξιώσασα ταῖς τιμαῖς, Ἐρεχθέα δὲ τοῖς ἐν ἀκροπόλει θεοῖς πάρεδρον ἀποδείξασα.</p><p rend="align(indent)">καὶ ταῦτα μὲν ἡμῖν εἰς τοσοῦτον ἀνήχθω τοῦ λόγου, δείγματα τῆς τε πρὸς τοὺς ἔξωθεν φιλανθρωπίας τῶν προγόνων καὶ τῆς ὑπὲρ αὐτῶν εὐψυχίας ἐν τοῖς ἐπείγουσι, καὶ αὖ τῶν ἐπιφανῶν τε καὶ πολλῶν ὡς ἀλλήλοις <pb xml:id="v.1.p.194"/>  ὡμίλουν. χρὴ δὲ καὶ τῶν λοιπῶν ἴσως καθʼ ὅσον ἐγχωρεῖ μνησθῆναι, ἐπισκοποῦντας τά θʼ ὑπὲρ τῶν ἄλλων καταπραχθέντα καὶ ὅσα ὑπὲρ τῆς οἰκείας ὑπέστησαν, ὅπως ἂν συμπίπτῃ τῷ λόγῳ τοῦ μὴ πολὺ τὰς πράξεις τῷ χρόνῳ παρενεγκεῖν. ἔξεστι δʼ ἀκούοντας ἐπʼ αὐτῶν τῶν ἔργων διαιρεῖν τά τε κοινὰ καὶ τὰ ἴδια. εἰ μὲν οὖν περὶ ἄλλης τινὸς ἦν πόλεως ὁ λόγος, οὐκ ἂν ἦν παρελθεῖν ἃς νῦν δεήσει πράξεις, ἀλλὰ μόνας ἂν ταύτας ἀπέχρησεν εἰπεῖν· εἰσὶ γὰρ οἵας ἄν τις ἐζήτησε, καὶ πολλοὶ πολλῶν ἂν χρημάτων, εἰ δύναιντο, πρίαιντο αὑτοῖς εἶναι. νῦν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg013.perseus-grc2" n="120"><p> δʼ ἐξ ἴσου καθεστῶτος τοῦ θʼ εὑρεῖν ἃ χρὴ παραλιπεῖν καὶ τοῦ πρὸς ἀξίαν εἰπεῖν τὰ νικήσαντα, καὶ οὐδενὸς μὲν οὐδʼ ἐν ἁπλῇ διηγήσει πάντα πω διεξελθόντος, πλεῖστα δʼ ὑπὲρ μιᾶς πόλεως ταύτης ἁπάντων εἰρηκότων, μᾶλλον δʼ ὑπὲρ μόνης πλείω σχεδὸν ἢ τῶν ἄλλων ἁπασῶν, οὐκ ἐνδέχεται διεξιέναι καθʼ ἕκαστον ἀκριβῶς, ἀλλʼ ἀνάγκη τὰ πλεῖστα παραλιπεῖν, ἵνα τοῖς μεγίστοις χρησώμεθα. ἐπεὶ τίς οὐκ ἂν ἀσμένως καὶ ταῦτα εἰς μέσον ἤνεγκεν ἃ ἑτέροις γʼ ἂν ἤρκει καὶ μόνα; τριῶν γὰρ ἐθνῶν τῶν μεγίστων <pb xml:id="v.1.p.195"/>  ἐν τοῖς Ἕλλησιν ἐπιθεμένων τῇ πόλει, τὸ μὲν αὑτῷ φυγῆς τιμῆσαν ἀπῆλθε, τὸ Δωρικὸν, Βοιωτοὶ δὲ χερσὶν ἡττῶντο, καὶ τῆς αὐτῆς ἡμέρας Εὐβοεῖς ἐν Εὐβοίᾳ· τοσοῦτον περιῆν τῇ πόλει· ἀλλʼ ἵνα μὴ πολλὰ τοιαῦτα λέγων πόρρω τοῦ καιροῦ γένωμαι, παρεὶς ἅπαν τὸ μέσον καὶ προσχρησάμενος καὶ πρὸς αὐτό γε τοῦτο τῇ τῆς πόλεως μεγαλοψυχίᾳ καὶ δὴ πρὸς αὐτὰ τὰ κύρια τοῦ λόγου τρέψομαι. ὅτε γὰρ τοῖς Ἕλλησι καὶ βαρβάροις τὰ πράγματα ἐκρίνετο καὶ μικρὸν πρὸς πολὺ τῆς γῆς μέρος ἠγωνίζετο, ὁ δʼ ἀγὼν ἦν ὑπὲρ τῆς σωτηρίας ἅμα καὶ ἀρετῆς, τότʼ ἐνίκησεν ἡ πόλις ἄμφω τὼ γένη κάλλιον εὐχῆς, ὡς τὸ μὲν προσθήκην μικρὰν αὐτῆς ἀποφανθῆναι, τὸ δὲ πλέον <pb xml:id="v.1.p.196"/> χεῖρον ἢ ὅσῳ πλέον ἐδόκει. ἔξεστι μὲν οὖν καὶ θεῶν τινα αἰτιάσασθαι τοῦ παντὸς ἔργου βουλόμενον ὥσπερ κρίσιν τινὰ ποιήσασθαι τῶν ὑφʼ αὑτὸν ἀνθρώπων καὶ τὸν ἀγῶνα τοῦτον διαθεῖναι, καθάπερ τοὺς εἰωθότας ἡμεῖς, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον μέρος ἡ τῆς πόλεως ἀρετὴ συνεβάλετο, καὶ μάλʼ εἰκότως καὶ μετʼ ἀξίου τοῦ λόγου τῆς μελλούσης τύχης. ὥσπερ γὰρ ἐπὶ τούτῳ κινοῦσα τοὺς βαρβάρους, ἵνʼ αὐτήν τε καὶ πᾶν τὸ Ἑλληνικὸν ἐκφήνειε καὶ δείξειε τίς οὖσα τίνων προέστηκεν, οὕτως ἐφειλκύσατο αὐτοὺς, οὐκ ἄδικον τὴν ἀρχὴν παρασχομένη οὐδʼ, ὥσπερ οἱ ὕστερον διαβάντες εἰς τὴν Ἀσίαν, ἔρωτι τοῦ πλείονος, </p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>