<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:87.1</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:87.1</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="87"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:87" n="1"><p rend="align(indent)">Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης σνμμυούσης καθʼ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς δράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἡ πρότερον· <q>τότε μὲν γὰρ ἔβλεπον <pb facs="894469813v1_0160"/> πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δʼ οὐδὲν ἰδεῖν δύναται.</q></p><p rend="align(indent)">Οὕτως οἱ πονηροὶ τοὺς όφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρῦσαι αὐτὴν παρεκάλει, στοιχήσασα αὐτῷ ἐνώπιον μαρτύρων ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοῦς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπεύσῃ, ἐπιμείνῃ δὲ ἡ ἀρρωστία, μηδὲν αὐτῷ παρασχήσει, Καὶ ὅυτω γενομένον, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ ὀλίγον τὰ προσόντα ατῇ ἔκλεπτε. Μετʼ οὐ πολὺ δὲ θεραπεύσας αὐτήν, ἐξῇτει τὸν στοιχηθέντα μισθὸν. Ἄναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν <pb facs="894469813v1_0161"/> τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· <q>Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.</q></p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἕλεγχον ἐπισπώμενοι.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>