<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:81.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:81.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="81"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:81" n="3"><p rend="align(indent)">Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων 
<lb/>ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας  <pb facs="894469813v1_0148"/>  
<lb/>καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. 
<lb/>Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. 
<lb/>Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης 
<lb/>πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο 
<lb/>τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. 
<lb/>Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, 
<lb/>εὐθὺς ὁ ἀνὴρ καταδραμών ὀπίσω 
<lb/>στερρῶς κατʼ αὐτοῦ τὸ ξίφος καταφέρει. 
<lb/>Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον 
<lb/>μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. 
<lb/>Ὅς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, 
<lb/>λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, 
<lb/>αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. 
<lb/>Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας 
<lb/>(καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις) 
<lb/>τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· 
<lb/><q>Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, 
<lb/>ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· 
<lb/>ὀρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, 
<lb/>καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου 
<lb/>βλέπων καθʼ ὥραν, οὐκέτι εἰρηνεύσεις.</q></p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>