<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60.3-60.5</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60.3-60.5</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="60"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60" n="3"><p rend="align(indent)">Ἄνθρωπός τις καὶ σάτυρος φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐκάθισαν ἀμφότεροι τοῦ ἐσθίειν. Χειμῶνος δὲ καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι αὐτοῦ ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος· <q>Δι᾽ ἣν αἰτίαν πράττεις τοῦτο, φίλε;</q> ἔφη· <q>Τὰς χεῖρας θερμαίνω ἐκ τοῦ κρύους.</q> Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος πάλιν ἐπιφέρων τῷ στόματι τὸ βρῶμα, ἐφύσα τοῦτο. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου· <q>Δι᾽ ἣν αἰτίαν τοῦτο πάλιν πράττεις;</q> ἔφη. <q>Τὸ ἔδεσμα καταψύχω.</q> Ὑπολαβὼν δὲ ἐκεῖνος ἔφη· <q>Ἀλλ᾽ ἔγωγε ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ ψυχρὸν καὶ τὸ θερμὸν ἐξάγεις.</q></p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι οὕτω δεῖ καὶ ἡμᾶς ἀποφεύγειν τὰς φιλίας ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.</p></div><pb facs="894469813v1_0111"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60" n="4"><p rend="align(indent)">Ἄνθρωπός τις πρὸς σάτυρον φιλίαν ποιησάμενος συνεσθίων ἦν αὐτῷ. Χειμῶνος δὲ καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος τὰς χεῖρας αὐτοῦ προσφέρων τῷ στόματι ἀπέπνει. Τοῦ δὲ σατύρου ἐπερωτήσαντος δι᾽ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· <q>Τὰς χεῖράς μου θερμαίνω ἐκ τοῦ κρύους.</q> Μετὰ μικρὸν δὲ ἐδέσματος θερμοῦ προσενεχθέντος, ὁ ἄνθρωπος προσφέρων τῷ στόματι ἐφύσα αὐτό. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου δι᾽ ἣν αἰτίαν τοῦτο πράττει, ἔφη· <q>Τὸ ἔδεσμα καταψύχω.</q> Ὑπολαβὼν δὲ ὁ σάτυρος· <q>Ἀλλ᾽ ἔγωγε, ἔφη, ἀπὸ τοῦ νῦν ἀποτάσσομαί σου τῆς φιλίας, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξάγεις.</q></p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι δεῖ φεύγειν ἡμᾶς τὰς φιλίας ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60" n="5"><p rend="align(indent)">Χειμὼν ἄνθρωπόν τινα ἐν ὄρει κατέλαβεν. Ὁ δὲ καπνὸν ἐν τῇ ἄκρᾳ τοῦ ὄρους ἐκ πέτρας τινὸς ἀνιόντα ἰδὼν ἔνθα σάτυρος, οὓς λέγουσι παίκτας, κατῴκει, ἀνῆλθεν· αὐτὸς δὲ τὸν ξένον οἰκτείρας ἔσω εἰσήγαγεν. Ὁ δὲ πολλὰ ῥιγῶν τῇ πνοῇ τοῦ στόματος τὰς χεῖρας ἐθέρμαινε. Κἀκείνος αὐτῷ θερμὰ μὲν φαγεῖν δέδωκε καὶ θερμὰ πιεῖν καὶ πυρὶ κατέθαλπεν.  <pb facs="894469813v1_0112"/> Ὡς δὲ ἵδρωσε, τῇ πνοῇ πάλιν τὰς χεῖρας κατέψυχεν. Ὁ δὲ σάτυρος τοῦτον ἐξῆγεν <q>κακοῦ, λέγων, ξένου χρείαν οὐκ ἔχω, ὃς ποτὲ μὲν θερμόν, ποτὲ δὲ ψυχρὸν ἐκ τοῦ στόματος ἀσθμαίνει.</q></p><p rend="align(indent)">[῞Οτι] διγνώμους ἄνδρας τοὺς ποτὲ μὲν ἐπαινοῦντας, ποτὲ δὲ ψέγοντας ὁ μῦθος διαβάλλει.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>