<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59.4-60.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59.4-60.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="59"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59" n="4"><p rend="align(indent)">Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἧν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· <q>Ορᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες.</q> Κἀκεῖνος εἶπεν ὑπομειδιάσας· <q>Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος.</q></p><pb facs="894469813v1_0109"/><p rend="align(indent)">Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.</p></div></div><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="60"><head rend="align(center)">Ἄνθρωπος καὶ σάτυρος.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60" n="1"><p rend="align(indent)">Ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι᾽ ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προέσφερε καὶ ἐφύσα. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· <q>Ἀλλ᾽ ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὖτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.</q></p><p rend="align(indent)">Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:60" n="2"><p rend="align(indent)">Ἀνήρ τις πρὸς σάτυρον φιλίαν ποιήσασθαι λέγεται. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ <pb facs="894469813v1_0110"/>  ἄνθρωπος τὰς χεῖρας προσφέρων τῷ στόματι ἐπέπνει θερμαίνων. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι᾽ ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τοῦ κρύους. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφαγήματος θερμοῦ ὄντος σφόδρα, πάλιν ὁ αὐτὸς αἰρόμενος τὰς χεῖρας ἐν τῷ στόματι κατὰ μικρὸν προσφέρων ἐφύσα. Λέγει δὲ πάλιν πρὸς αὐτὸν ὁ σάτυρος· <q>Τί τοῦτο ποιεῖς;</q> Λέγει αὐτῷ· <q>Καταψύχω τὸ ἔδεσμα, ἐπεὶ λίαν ἐστὶ ζεστόν.</q> Κἀκεῖνος ἔφη πρὸς αὐτόν· <q>Ἀποστήσομαί σου ἐγὼ τῆς φιλίας, ἐπεὶ γὰρ οὕτως ποιεῖς· ἐκ τοῦ στόματός σου προσφέρεις ψυχρὸν καὶ θερμόν.</q></p><p rend="align(indent)">Τοιγαροῦν καὶ ἡμᾶς περιφεύγειν δεῖ ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>