<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59.1-59.3</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59.1-59.3</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="59"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59" n="1"><p rend="align(indent)">Ποτὲ ὥδευσε λέων ἅμα ἀνθρώπῳ. 
<lb/>Ἐκαυχῶντο δὲ πρὸς ἀλλήλους τοῖς λόγοις. 
<lb/>Ἐν δὲ τῇ ὁδῷ εὗρον πετρίνην στήλην 
<lb/>ἀνδρὶ λέοντα συμπνίγοντι ὁμοίαν. 
<lb/>Καὶ ὁ ἄνθρωπος ὑποδείξας ταῦτʼ ἔφη· 
<lb/><q>Ἴδε πῶς ἐσμεν κρείττονες ὑμῶν πάντων 
<lb/>καὶ ῥωμαλέοι ὑπὲρ ἅπαν θηρίον.</q> 
<lb/>Ὑπολαβὼν δὲ ὁ λέων οὕτως ἔφη· 
<lb/><q>Ἐφ' ὑμῶν ἐστι ταῦτα ποιεῖν καὶ πράττειν· 
<lb/>εἰ γὰρ ᾔδεισαν λέοντες γλύφειν λίθους, 
<lb/>πολλοὺς ἂν εἶδες ὑποκάτω λεόντων.</q></p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ καυχώμενοι πειρῶνται ἐν λόγοις ἑαυτοὺς ἐπιφημίζειν, καίπερ μὴ ὄντες τοιοῦτοι.</p></div><pb facs="894469813v1_0108"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59" n="2"><p rend="align(indent)">Λέων ὁδεύων ποτὲ μετὰ ἀνθρώπου, 
<lb/>ὁμοθυμαδὸν ἐκαυχῶντο τοῖς λόγοις. 
<lb/>Ἐν δὲ τῇ ὁδῷ ἰδοῦ πετρίνη στήλη 
<lb/>ἀνθρώπου ὃς λέοντα πατῶν εἰστήκει. 
<lb/>Ἀνὴρ δὲ δείξας τῷ λέοντι προσλέγει· 
<lb/><q>Εἶδες τὴν ἰσχὺν τῶν βροτῶν ὅση 〈πέλει〉.</q> 
<lb/>Ἔφη δʼ ἐκεῖνος πρὸς τὸν ἄνθρωπον τάδε· 
<lb/><q>Εἴπερ λέοντες ᾔδεσαν πάντως γλύφειν, 
<lb/>† πολλοὺς ἄν εἶδες ὄντας ἀνθρώπων λίθους. †</q></p><p rend="align(indent)">Ὅτι πολλοὶ πειρῶνται καυχώμενοι ἐν λόγοις ἀνδρείους ἑαυτοὺς ποιεῖν καὶ μὴ ὄντες.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:59" n="3"><p rend="align(indent)">Λέων σὺν ἀνθρώπῳ ὥδευον ὁμοῦ ἐν ὁδῷ. Ὁ δὲ ἄνθρωπος αὐτῷ ἐλάκει· <q>Δυνατώτερον ζῷον ὁ ἄνθρωπος παρὰ τὸν λέοντα.</q> Ὁ δὲ λέων· <q>Δυνατώτερον ζῷον ὁ λέων.</q> Καὶ ὁδευόντων αὐτῶν, ἐδείκνυεν ὁ ἄνθρωπος τὰς γεγλυμμένας στήλας ἃς οἱ ἄνθρωποι ἔγλυφον καὶ ἐποίουν λέοντας ὑποτασσομένους καὶ ὑποκάτω ὄντας ἀνθρώπων· Ὁ δὲ λέων ἔφη· <q>Εἰ ᾔδεσαν λέοντες γλύφειν, πολλοὺς ἀνθρώπους 〈ἂν〉 εἶδες ὑποκάτω λεόντων.</q></p><p rend="align(indent)">Ὅτι εἰσί τινες 〈οἵ〉 ἐν οἷς οὐ δύνανται καυχῶνται μηδὲ δυναμένους.]</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>