<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:57.1-58.2</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:57.1-58.2</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="57"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:57" n="1"><p rend="align(indent)">Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἶπεῖν· <q>Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος·</q> τὸν δὲ Δία εἰπεῖν· <q>Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου <pb facs="894469813v1_0106"/>  τετυχηκώς· λόγον γὰρ ἔχεις λαβών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος.</q> Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.</p><p rend="align(indent)">Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.</p></div></div><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="58"><head rend="align(center)">Ἄνθρωπος καὶ ἀλώπηξ.</head><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:58" n="1"><p rend="align(indent)">Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρᾶ_ τήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἧν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.</p><p rend="align(indent)">Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:58" n="2"><p rend="align(indent)">Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. Ταύτην δὲ ὁ δαίμων εἰς τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥῥα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.</p><p rend="align(indent)">Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάβη τοῖς δυσοργίστοις ἐγγίνεται.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>