<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20.1-20.4</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20.1-20.4</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" xml:lang="grc"><div type="textpart" subtype="fable" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3" n="20"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20" n="1"><p rend="align(indent)">Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἶς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς  <pb facs="894469813v1_0043"/> τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφʼ ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δʼ ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.</p><p rend="align(indent)">Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.</p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20" n="2"><p rend="align(indent)">Ἀλέκτορες δύο διʼ ὄρνεις ἐμάχοντο, σῦς λέγουσι θυμὸν ἔχειν οἷον ἀνθρώπων. Τούτων ὁ ἡττηθεὶς κατεκρύβη ἐν γωνίᾳ ὁ δὲ ἕτερος ἀνακράξας καὶ ἐπὶ τὸ δῶμα ἀναπετάσας διὰ τὴν νίκην εὐθὺς ἡρπάγη ὑπὸ ἀετοῦ. Ὁ δὲ ἕτερος ταῖς ὄρνισιν ἀφόβως συνῆν.</p><p rend="align(indent)">Ὅτι οὐ δεῖ τινα ἐπὶ τύχῃ καὶ ἀνδρείᾳ μέγα καυχᾶσθαι· πολλοὺς γὰρ ἔσωσε καὶ τὸ μὴ καλῶς πράττειν [· αὐτοὺς δὲ πολλάκις καὶ ἀπώλεσεν]. </p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20" n="3"><p rend="align(indent)">Ἀλέκτορες δύο δι᾽ ὄρνεις ἐμάχοντο· τούτους δὲ ἱστοροῦσι θύμον ἔχειν ἀνθρώποις παρόμοιον. Ὁ τῇ μάχῃ οὖν ἡττηθεὶς διὰ τῆς ἑτέρου στερρότητος, ἐν γωνίᾳ τινὶ καθυποδὺς τὴν λόχμην ἐκρύβη. Ὁ δὲ ἕτερος βρενθυόμενος διάτορον ἐξεβόησε τοῦ δώματος ὑπερβάς. Τοῦτον οὖν ἀετὸς καταπτὰς ἀφήρπασε καὶ ἐπεθοινήσατο. Ἔμεινεν οὖν ὁ δειλότερός τε καὶ ἀσθενέστερος ταῖς θηλείαις ἔκτοτε ἄμαχός τε καὶ ἄφθονος.</p><p rend="align(indent)">Ἐπὶ τύχῃ καί ἀνδρείᾳ οὐ δεῖ τινα μέγα καυχᾶσθαι.</p></div><pb facs="894469813v1_0044"/><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0096.tlg002.opp-grc3:20" n="4"><p rend="align(indent)">Μαχομένων δέ ποτε τῶν ἀλεκτόρων 
<lb/>διὰ τὴν ὄρνιν τὸ τίς αὐτὴν ἐγγήμῃ, 
<lb/>ὁ εἶς ἡττηθεὶς ἐκρύπτετʼ ἐν γωνίᾳ, 
<lb/>ὡς δειλιάσας καὶ εἰς τροπὴν χωρήσας. 
<lb/>Ὁ δὲ ἕτερος σφοδρῶς μέγα κοκκύσας 
<lb/>ἀνεπέτασεν ἐπάνω τῶν δωμάτων, 
<lb/>ὡς τροπαιοῦχος κατὰ τοῦ πολεμίου, 
<lb/>φωνῶν <q>Ἥττησα τὸν ἴδιον ἐχθρόν μου 
<lb/>τροπωσάμενος ἀντίπαλον εῖς κράτος.</q> 
<lb/>Ὡς οὖν ἐβόα τοιαῦτα ὁ ἀλέκτωρ, 
<lb/>ἧκεν ἀετὸς καταπτὰς ἐκ τῶν ἄνω 
<lb/>καὶ καταλαβὼν τὸν νικήτην ἐκεῖνον 
<lb/>ἤγαγεν αὐτὸν τοῖς τέκνοις παραυτίκα 
<lb/>βρῶμα ποιήσας τοῖς νεοττοῖς καὶ πόμα. 
<lb/>Ὁ δὲ ἕτερος ἐλευθερίως ζήσας 
<lb/>διῆγεν οὕτως ἐν ἀδείᾳ τυγχάνων 
<lb/>λαβὼν εὔκλειαν κατὰ τοῦ πολεμίου 
<lb/>τοῦ ἐκπορθοῦντος καὶ τροπώσαντος τοῦτον 
<lb/>καὶ καυχωμένου ὡς ὄντος νικηφόρου.</p><pb facs="894469813v1_0045"/><p rend="align(indent)">Ὁ λόγος πρὸς ἄνδρας θεομάχους.</p></div></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>