<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:94b-95</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:94b-95</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="94b"><head>94b. Ἄλλως. Ναυαγὸς καὶ Θάλασσα. (S. 166. C. 247. F.309.)</head><p>Ναυαγὸς ἐκβρασθεὶς εἴς τινα αἰγιαλὸν διὰ τὸν κόπον
ἐκοιμᾶτο μετὰ δὲ μικρὸν ἐξαναστὰς, ὡς ἐθεάσατο
πρὸς τὴν θάλασσαν, ἐμέμφετο αὐτὴν, ὅτι δελεάζουσα
τοὺς ἀνθρώπους τῇ τῆς ὄψεως λαμπρότητι, ἡνίκα ἂν

<pb n="47"/>
αὐτοὺς προσδέξηται, ἐξαγριουμένη διαφθείρει. Ἡ δὲ
γυναικὶ ὁμοιωθεῖσα πρὸς αὐτὸν ἔφη· ,,ἀλλʼ ὦ οὗτος,
μὴ μέμφου ἐμὲ, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ γὰρ φύσει
τοιαύτη εἰμὶ, ὁποία ἡ γῆ· οἱ δὲ αἰφνίδιοι ἐμπίπτοντες
κυματοῦσι καὶ ἐξαγριαίνουσιν.“</p><p>Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς
δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι
τοὺς δὲ τούτοις ἐπιστατοῦντας.</p></div><div type="textpart" subtype="fabula" n="95"><head>95. Γεωργὸς καὶ Κύνες. (S. 52. C.23 ct p.292. F. 43.)</head><p>Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῇ ἐπαύλει,
ἐπειδὴ οὐκ ἠδύνατο προελθὼν τροφὴν ἑαυτῷ 
πορίσασθαι, τὸ μὲν πρῶτον τὰ πρόβατα κατέφαγεν· ἐπειδὴ
δὲ ὁ χειμών ἐπέμενε, καὶ τὰς αἶγας κατεθοινήσατο·
ἐκ τρίτου δὲ, ὡς οὐδεμία ἄνεσις ἐγίνετο, καὶ ἐπὶ τούς
ἀροτῆρας βοῦς ἐχώρησεν. Οἱ δὲ κύνες θεασάμενοι τὰ
πραττόμενα, ἔφασαν πρὸς ἀλλήλους· ,,ἀπιτέον ἡμῖν
ἐντεῦθεν· ὁ δεσπότης γὰρ εἰ οὐδὲ τῶν συνεργαζομένων
βοῶν ἀπέσχετο, ἡμῶν πῶς φείσεται;“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι δεῖ τούτους φυλάττεσθαι μάλιστα,
οἳ οὐδὲ τῆς τῶν οἰκείων ἀδικίας ἀπέχονται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>