<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:88-89</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:88-89</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="88"><head>88. Γαλῆ καὶ Ἀφροδίτη.
(S. 50. C. 169 cl p. 356. F. 48. B. 32.)</head><p>Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρεποῦς ηὔξατο τῇ
Ἀφροδίτῃ, ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ
ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν
εἰς κόρην εὐειδῆ· καὶ οὕτως ὁ νεανίσκος θεασάμενος
αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων 
δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι
βουλομένη, εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν
τρόπον κατήλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν· ἡ δὲ 
ἐπιλαθομένη τῶν παρόντων, ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης
τὸν μῦν ἐδίωκε, καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς 
ἀγανακτήσασα κατʼ αὐτῆς, πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν
φύσιν ἀποκατέστησεν.</p><p>Οὕτως καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροὶ κατὰ

<pb n="44"/>
πάντα, κἂν τὴν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ
μεταλλάσσουσι.</p></div><div type="textpart" subtype="fabula" n="89"><head>89. Γαλῆ συλληφθεῖσα. (F. 355. C. p.265. B.27.)</head><p>Γάλην δόλῳ τις συλλαβών τε καὶ δήσας
ἔπνιγε βάλλων ὑδάτων συναγκείᾳ.
τῆς δʼ αὖ λεγούσης ,, ὡς κακὴν χάριν τίνεις
ὧν σʼ ὠφέλουν, θηρῶσα μῦς τε καὶ σαύρας,
,,ἐπιμαρτυρῶ σοι“ φησίν· ,,ἀλλὰ καὶ πάσας
ἔπνιγες ὄρνεις, πάντα δʼ οἶκον ἠρήμους,
κρεῶν (δʼ) ἀνέῳγες ἄγγος, ὥστε τεθνήξῃ,
βλάπτουσα μᾶλλον ἤπερ ὠφελοῦσ’ ἡμᾶς.“</p><p>Πρὸς τοὺς μετρίως μὲν ὠφελοῦντας, βλάπτοντας
δὲ τὰ μεγάλα, εὔκαιρός ἐστιν ὁ λόγος.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>