<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:73-74</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:73-74</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="73"><head>73. Ἀφροδίτη καὶ Δούλη. (B.10.)</head><p>Αίσχρᾶς τις ἢρα καὶ κακοῤῥύπου δούλης
ἰδίας ἑαυτοῦ, καὶ παρεῖχεν αἰτούσῃ
ἅπανθʼ ἑτοίμως. ἡ δὲ χρυσίου πλήρης,
σύρουσα λεπτὴν πορφύραν ἐπὶ κνήμας,
πάσῃ μάχην συνῆπτεν οἰκοδεσποίνῃ·
τὴν δʼ Ἀφροδίτην, ὥσπερ αἰτίην τούτων,
λύχνοις ἐτίμα καὶ καθʼ ἡμέραν πᾶσαν
ἔθυεν, ηὔχεθ’, ἱκέτευεν, ἠρώτα·
ἕως πότʼ αὐτῶν ἡ θεὸς καθευδόντων
ἦλθεν καθʼ ὕπνους, καὶ φανεῖσα τῇ δούλῃ
„μή μοι χάριν σχῇς ὡς καλήν σε ποιούσῃ·
τούτῳ χολοῦμαι“ φησὶν, ,,ᾧ καλὴ φαίνῃ.“</p><p>Ἅπας ὁ τοῖς αἰσχροῖσιν ὡς καλοῖς χαίρων
θεοβλαβής τίς ἐστι καὶ φρένας πηρός.</p></div><div type="textpart" subtype="fabula" n="74"><head>74. Βάτραχοι. (C. 19. F. 38. S. 43.)</head><p>Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο· θέρους δὲ ξηρανθείσης 
τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. 
Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν
ἅτερος θατέρῳ φησί· ,,συγκατέλθωμεν, ὦ οὗτος, εἰς
τόδε τὸ φρέαρ.“ Ὁ δὲ ὑπολαβών εἶπεν· „ἂν οὖν καὶ τὸ
ἐνθάθε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα;“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι 
 τοῖς πράγμασιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>