<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:6-7</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:6-7</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="6"><head>6. Ἀετὸς καὶ Ἄνθρωπος. (F. 23. (C. 147 et p. 345.)</head><p>Ἀετός ποτε ἑάλω ὑπʼ ἀνθρώπου, ὅστις τὰ πτερὰ
αὐτοῦ εὐθέως τίλας, εἴασεν αὐτὸν ἐν οἴκῳ σὺν ὄρνισιν·
ὁ δὲ κατηφὴς ἐκ τῆς λύπης ὑπῆρχεν. Ἕτερος δέ τις τοῦτον
ἐξαγοράσας, ἀνεπτέρωσε τὸν ἀετὸν αὐτίκα. Ὁ δὲ
πετασθεὶς καὶ λαγωὸν ἁρπάσας, ἤνεγκεν εὐθὺς δῶρον
τῷ εὐ εργέτῃ. Τοῦτο ἀλώπηξ κατιδοῦσα ἐβόα· „μὴ τοῦτον
σὺ ξένιζε, ἀλλὰ τὸν πρῶτον, μήπως ὁ αὐτός σε 
πάλιν κυνηγήσῃ, καὶ αὖθις τὰ πτερὰ τὰ σὰ κατερημώσῃ.“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς
εὐεργἐταις παρέχειν, τοὺς δὲ κακοὺς ἐκκλίνειν.</p></div><div type="textpart" subtype="fabula" n="7"><head>7. Ἀετὸς καὶ Κάνθαρος. (S.3. C. 2. F. 223.)</head><p>Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθηόντων
ὑπάρχων, ὃν μόνον ὁ καιρὸς παρέσχε κάνθαρον
ἰδὼν, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαῤῥύνας αὐτὸν,

<pb n="4"/>
ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ
ἀπάγειν αὐτοῦ τὸν ἱκέτην· κἀκεῖνος ὑπεριδὼν τὴν
σμικρότητα, ἐν ὄψει κανθάρου τὸν λαγωὸν κατεθοινήσατο.
Ὁ δὲ ἀπʼ ἐκείνου μνησικακῶν διετέλει, παρατηρούμενος
τοῦ ἀετοῦ τὰς καλιὰς, καὶ εἴ ποτε ἐκεῖνος ἔτικτε, 
μετάρσιος διαιρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις
οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία
κατέφυγεν (ἐστὶ δὲ τοῦ Διὸς ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ
ἐδεήθη, τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ 
παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς κόλποις αὐτοῦ τίκτειν
ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτο ἑωρακὼς, κόπρου
σφαῖραν ποιήσας ἀνέπτη, καὶ γενόμενος κατὰ τοὺς τοῦ
Διὸς κόλπους, ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς 
ἀποδύσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν
ἀποῤῥίψας τὰ ὠά· ἀπʼ ἐκείνου τε φασὶ, περὶ ὃν καιρὸν
οἱ κάνθαροι γίνονται, τοὺς ἀετούς μὴ νεοττεύειν.</p><p>Ὁ λόγος δηλοῖ, μηδενὸς καταφρονεῖν, λογιζομένους,
ὅτι οὐδεὶς οὕτω ἐστὶν ἀδύνατος, ὡς προπηλακισθεὶς μὴ
δύνασθαι ἑαυτὸν ἐκδικῆσαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>