<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:57-58</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:57-58</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="57"><head>57. Ἀνὴρ πηρός. (S.37. C. 161 e p.351. F. 17.)</head><p>Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς
χεῖρας αὐτῷ ζῶον ἐφαπτόμενος λέγειν, ὁποῖόν τι ἐστι.
Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας

<pb n="29"/>
καὶ ἀμφιγνοῶν εἶπεν· ,,οὐκ οἶδα, πότερον λύκου εἴη
ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζώου γέννημα· τοῦτο
μέντοι σαφῶς ἐπίσταμαι, ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ
ζῶον προβάτων ποίμνῃ συνιέναι.</p><p>Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ
τοῦ σώματος καταφαίνεται.</p></div><div type="textpart" subtype="fabula" n="58"><head>58. Ἀνὴρ φέναξ. (S.28. C. 18 et p. 289. F.36.)</head><p>Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο
τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν·
οἱ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι, ῥαΐσαι
τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστὰς
ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας 
ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· ,,ἀπέχετε τὴν
εὐχὴν, ὦ δαίμονες.“ Οἰ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν
μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες 
ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ εὑρήσειν ἀττικὰς
χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος, δρομαῖος
ἧκεν ἐπὶ τὴν ᾐόνα, ἔνθα δὴ λῃσταῖς περιτυχὼν ἀπήχθη,
καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.</p><p>Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>