<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:54-55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:54-55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="54"><head>54. Ἀνὴρ καὶ Μοιχός. (B. 116.)</head><p>Νυκτὸς μεσούσης ᾖδε παῖς τις εὐφώνως·
γυνὴ δʼ ἀκούει τοῦδε, κἀξαναστᾶσα
θυρίδων προκύπτει, καὶ βλέπουσα τὸν παῖδα
λαμπρᾶς σελήνης ἐν φάει καλὸν λίην,
τὸν ἄνδρʼ ἑαυτῆς καταλιποῦσα κοιμᾶσθαι,
κάτω μελάθρων ἦλθε, καὶ θύρης ἔξω
ἐλθοῦσ’ ἐποίει τὴν προθυμίην πλήρη.
ἁνὴρ δὲ ταύτης ἐξανίστατʼ ἐξαίφνης,
ζητῶν ὅποὐστί, κοὐκ ἰδὼν δόμων εἴσω
ἀμηχανῶν τε καὐτὸς ἦλθεν εἰς οἶμον·
καὶ τῇ συνεύνῳ φησί· ,,μηδὲν ἐκπλήσσου,
τὸν παῖδα δʼ ἡμῶν πεῖσον εἰς δόμους εὕδειν.“
ὃν καὶ λαβὼν παρῆγεν. εἶτα κἀκεῖνος,
ἄμφω θελόντων δρᾶν τι, χἥδʼ ἐρᾳθύμει.</p><p>Τουτὶ μὲν οὕτως· ἔμφασις δὲ τοῦ μύθου,
κακόν ἐστι χαίρειν, ὅταν ἔχῃ τις ἐκτῖσαι.</p></div><div type="textpart" subtype="fabula" n="55"><head>55. Ἀνὴρ κακοπράγμων. (S. 36. C. 16 et p.288. F.32.)</head><p>Ἀνὴρ κακοπράγμων συνορισάμενος πρός τινα 
ψεθδὲς ἐπιδείξειν τὸ ἐν Δελφοῖς μαντεῖον, ὡς ἐνέστη ἡ
προθεσμία, λαβὼν στρουθίον εἰς τὴν χεῖρα, καὶ τοῦτο

<pb n="28"/>
τῷ ίματίῳ σκεπάσας, ἧκεν εἰς τὸ ίερὸν, καὶ στὰς ἄντικρυς
ἐπηρώτα, πότερόν τι ἔμπνουν ἔχει μετὰ χεῖρας ἢ
ἄπνουν; βουλόμενος, ἐὰν μὲν ἄψυχον εἴπῃ, ζῶν τὸ
στρουθίον ἐπιδεῖξαι, ἐὰν δὲ ἔμπνουν, ἀποπνίξας προενεγκεῖν. 
Καὶ ὁ θεὸς συνεὶς αὐτοῦ τὴν κακοτεχνίαν 
εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, πέπαυσο· ἐν σοὶ γὰρ ἔστι, τοῦτο
ὃ ἔχεις ἢ νεκρὸν εἶναι ἢ ἔμψυχον.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι τὸ θεῖον ἀπαρεγχείρητόν ἐστι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>