<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:422-423</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:422-423</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="422"><head>422. Χύτραι. (C.290. F. 329.)</head><p>Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν.
Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· ,,μακρόθεν μου 
κολύμβα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψψαύσῃς,
κατακλῶμαι, κἂν [τε] ἐγὼ μὴ θέλω σοι προσψαῦσαι.“</p><p>“Οτι ἐπισφαλής ἐστι βίος πένητι, δυναστοῦ ἂρχοντος 
πλησίον παροικοῦντος.</p></div><div type="textpart" subtype="fabula" n="423"><head>423. Ψιττακὸς καὶ Γαλῆ. (F. 197. C. 291 ct p.399.)</head><p>Ψττακόν τις ἀγοράσας, ἀφῆκεν ἐπὶ τῆς οἰκίας 
νέμεσθαι· ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας

<pb n="205"/>
ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει.
Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ, τίς ἐστι, καὶ
πόθεν ἦλθεν· ὁ δὲ εἶπεν· ,,ὁ δεσπότης με νεωστὶ
ἐπρίατο.“ ,,Οὐκοῦν, ἰταμώτατε ζώων,“ ἔφη 
,,πρόσφατος ὤν τοσαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ οὐκ 
ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλʼ ἐάν ποτε τοῦτο πράξω, 
προσαγανακτοῦντες ἀπελαύνουσί με.“ Ὁ δὲ ἀπεκρίνατο
λέγων· ,,οίκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐ
γὰρ ὁμοίως δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ
φωνῇ καὶ ἐπὶ τῇ σῇ.“</p><p>Ὁ μῦθος οὐτος πρὸς ἂνδρα φιλόψογον, ἑτέροις ἀεὶ
αἰτίας προσάπτειν ἐπιχειροῦντα.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>