<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:407-408</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:407-408</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="407"><head>407. Ὗς ἄγριος καὶ Ἀλώπηξ. (S. 222. C. 54 et p.309. F. 185.)</head><p>Ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τούς ὀδόντας
ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρωτώσης τὴν αἰτίαν, διὰ

<pb n="196"/>
τί μήτε κυνηγοῦ μήτε κινδύνου ἐνεστῶτος τούς ὀδόντας 
θήγει, ἔφη· ,,ἀλλʼ οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν
γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν
ἀσχολήσομαι, ἑτοίμοις δὲ οὖσί χρήσομαι.“</p><p>Ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς
παρασκευὰς ποιεῖσθαι.</p></div><div type="textpart" subtype="fabula" n="408"><head>408. Ὗς καὶ Κύων. (C.68. P.230. S. 220.)</head><p>Ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν
ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν
ἀναδῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς 
εἶπε· ,,καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις·
δηλοῖς γὰρ ὑπʼ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν
σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδʼ ὅλως εἰς ἱερὸν
προσίεται.“ Καὶ ἡ ὗς· ,,διὰ τοῦτο μὲν οὖν μᾶλλον
δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ
ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σύ
μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα.“</p><p>Ὀ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ
ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον 
μετασχηματίζουσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>