<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:395-396</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:395-396</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="395"><head>395. Ταύρος, Λέαινα καὶ Σύαγρος. (C. 373. F.332.)</head><p>Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον 
κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, 
πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος 
ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· ,,ὤ πόσοι
ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα
ὑμεῖς ἀπεκτείνατε.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, 
μετρηθήσεται αὐτῷ.</p></div><div type="textpart" subtype="fabula" n="396"><head>396. Ταύρος καὶ Τράγος. (C.277. B 91.)</head><p>Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον·
τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· ,,οὐ
σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ
θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ
τράγου.“</p><p>Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ
ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν 
ὑπομένειν αἰκίας.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>