<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:305-306</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:305-306</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="305"><pb n="150"/><head>305. Νοσῶν καὶ Ἰατρός. (C. 43 et p. 302. F. 126.)</head><p>Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως
διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν 
ἔφη τοῦτʼ εἶναι. Ἐκ δευτέρου δὲ παρʼ αὐτοῦ πάλιν 
ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς 
διατετινάχθαι· ὁ δὲ καὶ τοῦτʼ ἀγαθὸν ἔφησεν
εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο,
εἶπεν ὑδέρῳ περιπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν
ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν
ἐρωτήσαντος, ὅπως ἔχει· ,,ἐγὼ“ εἶπεν, ,,ὡ οὗτος, ὑπὸ
τῶν ἀγαθῶν ἀπόλλυμαι.“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν 
τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.</p></div><div type="textpart" subtype="fabula" n="306"><head>306. Νυκτερὶς καὶ Βάτος καὶ Αἴθυια. (S. 167.)</head><p>Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους
κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ
μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, 
ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ
πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς
περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν
διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπʼ ἐκείνου τὸ πλοῖον
ζητοῦσα ἐπὶ (κατὰ ?) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ
εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη
ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν·
ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων 
ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια 
ἐπιγνώσεσθαι.</p><p>Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, 
 περὶ ἃ πρότερον πταίσωμεν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>