<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:300-301</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:300-301</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="300"><head>300. Ναυαγός. (C. 246. F. 308. S. 30.)</head><p>Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει.
Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς
περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ
Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος 

<pb n="148"/>
μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν 
συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν
Ἀθηνᾷ καὶ χεῖρα κίνει.“</p><p>Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς
ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ
βοηθείας δέεσθαι.</p></div><div type="textpart" subtype="fabula" n="301"><head>301. Νεανίσκοι καὶ Μάγειρος. (S. 66. F. 60. C. p. 293.)</head><p>Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ
τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ
κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπι-
στραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν
τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ
ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν
τὴν κακοτεχνίαν, ἔφη· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, 
θεοὺς μέντοι οὐ λήσετε.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς
ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>