<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:298-299</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:298-299</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="298"><pb n="147"/><head>298. Μῦς καὶ Βάτραχος. (C. 245. F. 307.)</head><p>Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ
βάτραχος, κακῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς
τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς
χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα τὸ χεῖλος τῆς
λίμινης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸν
βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῷ ὕδατι, καὶ τὸ
βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς
τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ
βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς
ὄνυξιν ἥρπασε· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει,
δεῖπνον καὶ αὐτὸς ἰκτίνῳ γενησόμενος.</p><p>Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ
θεία δίκη ἐφορᾷ πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα 
ζυγοστατεῖ.</p></div><div type="textpart" subtype="fabula" n="299"><head>299. Μῦς καὶ Ταῦρος. (B. 112.)</head><p>Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας
τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης,
ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους,
ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη
παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας
ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει.
ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει
διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας·
,,οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθʼ ὅπου μᾶλλον
τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>