<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:283-297b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:283-297b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="283"><head>283. Λύκος καὶ Ποιμήν. (F. 105. C. 236 et p. 381.)</head><p>Λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. 
Ὁ δὲ ποιμὴν κατʼ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς
πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς
ἐκεῖνος παρεπόμενος οὐδʼ ἀρχὴν ἁρπάζειν ἐπεχείρει,
τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ
ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ

<pb n="139"/>
παραγενέσθαι, καταλιπὼν παρʼ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. 
Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. 
Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν
ποίμνην διεφθαρμένην, ἔφη· „ἀλλʼ ἐγὼ δίκαια πέ
πονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον;“</p><p>Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ
πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως
ἀποστεροῦνται.</p></div><div type="textpart" subtype="fabula" n="284"><head>284. Λύκος καὶ Πρόβατον. (C.106. F. 257. S. 157.)</head><p>Λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, 
ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον,
ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ 
κομίσαι.„ Εἰ γὰρ σύ μοι“ φησὶ ,, δώσεις ποτὸν, ἐγὼ 
τροφὴν ἐμαυτῷ εὑρήσω Τὸ δὲ ὑποτυχὸν ἔφη· „ἀλλʼ ἐὰν
ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ.“</p><p>Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον, διʼ ὑποκρίσεως
ἐνεδρεύοντα.</p></div><div type="textpart" subtype="fabula" n="285"><head>285. Λύχνος. (C. 239. F. 305. B. 114.)</head><p>Μεθύων λύχνος [ἐν] ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο,
ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, 
εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν 
αὐτῷ· „φαῖνε λύχνε καὶ σίγα· τῶν ἀστέρων τὸ
φέγγος οὔποτε ἐκλείπει.“</p><p>Ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ
βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.</p></div><div type="textpart" subtype="fabula" n="286"><head>286. Μάντις. (C. 40. F. 113.)</head><p>Μάντις, ἐπʼ ἀγορᾶς καθήμενος, διελέγετο. 
Ἐπιστάντος δέ τινος αἴφνης καὶ ἀπαγγείλαντος, ὡς αἱ τῆς
οἰκίας αὐτοῦ θυρίδες ἀναπεπταμέναι τε πᾶσαι εἶεν καὶ
πάντα τὰ ἔνδον ἀφῃρημένα, ἀνεπήδησέ τε στενάξας καὶ

<pb n="140"/>
δρομαῖος ᾔει. Τρέχοντα δέ τις αὐτὸν θεασάμενος „ὦ
οὖτος,“ εἶπεν „ὁ τἀλλότρια πράγματα προειδέναι 
ἐπαγγελλόμενος, τὰ σαυτοῦ οὐ προεμαντεύου;“</p><p>Ὁ μῦθος πρὸς τοὺς τὸν μὲν ἑαυτῶν βίον φαύλως
διοικοῦντας, τῶν δὲ μηδὲν αὐτοῖς προσηκόντων 
προνοεῖσθαι πειρωμένους.</p></div><div type="textpart" subtype="fabula" n="287"><head>287. Μέλισσαι καὶ Ζεύς. (S. 161. C.240.)</head><p>Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος 
ἧκον πρὸς τὸν Δία, καὶ ἐδέοντο, ὅπως ἰσχὺν παράσχηται 
αὐταῖς, τοῖς κέντροις τοὺς προσιόντας τοῖς
κηρίοις ἀναιρεῖν. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατʼ αὐτῶν
διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτὰς, ἡνίκα ἄν τινα
τύπτωσι, τὸ κέντρον ἀποβάλλειν, μετὰ δὲ τοῦτο καὶ
σωτηρίας στερίσκεσθαι.“</p><p>Ὁ λόγος ἂν ἁρμόσειε πρὸς ἄνδρας βασκάνους, οἳ
καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσι.</p></div><div type="textpart" subtype="fabula" n="287b"><head>287b. Ἄλλως. Μέλισσα καὶ Ζεύς. (F.114. C. p.381.)</head><p>Μέλισσα, πάλαι μήτηρ κηρίων οὖσα, ἀνελήλυθεν
εἰς θεοὺς θυμιᾶσαι, προσαγαγοῦσα ἐκ μέλιτος τὸ 
δῶρον. Τερφθεὶς δὲ ὁ Ζεὺς τῇ προσφορᾷ τῆς μελίσσης,
συνετάξατο αὐτῇ δοῦναι, ὃ ἂν αἰτήσῃ. δὲ πρὸς αὐτὸν 
ἐδέετο βοῶσα· „ὦ θεὲ λαμπρὲ καὶ κτιστὰ ἐμοῦ τῆς
μελίσσης, ἐπίδος κέντρον τῇ σῇ θεραπαινίδι, ἵνα, ἐάν
τις τῷ οἴκῳ μου πλησιάσῃ τοῦ ἆραι μέλι, αὐτὸν ἐγώ
φονεύω.“ Ἀπειρηκὼς δὲ ὁ Ζδεὺς πρὸς τὰς αἰτήσεις, ἐπεὶ
ἐφίλει τὸ τῶν ἀνθρώπων γένος πάνυ, ἔφησε τῇ με-
λίσσῃ τοιάδε· „οὐχ ὡς ᾔτησας, οὕτως γενήσεταί σοι,
ἀλλʼ ἐάν τις ἥκῃ λαβεῖν ἀπὸ σοῦ μέλι, σὺ δὲ προσκρούσῃς 
αὐτῷ καὶ πλήξῃς, αὐτὴ μᾶλλον τεθνήξῃ, ἐκβληθέντος 
σου τοῦ κέντρου· ζωὴ γὰρ ἐν σοὶ ὑπάρχει τὸ
κέντρον.</p><pb n="141"/><p>Ὁ μῦθος δηλοῖ, ὅτι ἐν ταῖς εὐχαῖς καὶ ταῖς δεήσεσιν 
οὐ δεῖ κατὰ τῶν ἐχθρῶν τι ἐξαιτεῖσθαι κακόν· ὃ
γὰρ ἂν κακὸν κατʼ αὐτῶν ἐξαιτήσῃς, ἀνθυποστρέψει
ἐπὶ σὲ παραυτίκα.</p></div><div type="textpart" subtype="fabula" n="287c"><head>287c. Αλλως. (C. 240. B. 136. ed. L.)</head><p>Ὑμηττία μέλισσα, κηρίων μήτηρ, ἀνῆλθεν εἰς θεῶν
οἴκους, φέρουσα τῷ Διὶ μέλι μήπω καπνισθέν. Ὁ Ζεὺς
δὲ τῷ δώρῳ ἐτέρφθη, καὶ ὑπέσχετο δοῦναι γέρας ὃ ἂν
αἰτήσηται. Ἡ δʼ εἶπε· „δός μοι κέντρον, ἵνα, εἴ τις
ἀνθρώπων τὸ ἐμὸν ἔργον πλησιάσοι ἆραι, ἀναιρῶ τοῦτον. 
Ἀπηρέσθη δὲ ὁ Ζεὺς τῇ αἰτήσει· ἠγάπα γὰρ τούς
ἀνθρώπους· ὅμως καὶ μὴ θέλων ἔδωκεν· εἶπε γὰρ δώσειν. 
Τοιοῦτον δʼ ἔδωκεν, ὡς αὐτὴν ἀποθνήσκειν ἅμα
τῷ πλῆξαι· ζωὴ γὰρ αὐτῆς ἐστι πετομένης τὸ κέντρον.</p></div><div type="textpart" subtype="fabula" n="288"><head>288. Μέλισσαι καὶ Ποιμήν. (C. 302. F.214.)</head><p>Ἐν κοίλῃ δρυῒ μέλι κατειργάζοντο μέλισσαι. Ποιμὴν 
δέ τις αὐταῖς ἐργαζομέναις περιτυχὼν, ἀφελέσθαι
προῃρεῖτο τοῦ μέλιτος· αἱ δὲ ἄλλοθεν ἄλλαι περιιπτάμεναι 
αὐτὸν ὤθουν τοῖς κέντροις. Καὶ τελευταῖον ὁ
ποιμὴν„ ἄπειμι“ ἔφη „μηδὲν δεόμενος μέλιτος, εἰ δεῖ
μελίσσαις περιτυχεῖν.“</p><p>Τὰ κακὰ κέρδη τοῖς διώκουσι κίνδυνος.</p></div><div type="textpart" subtype="fabula" n="289"><head>289. Μελιττουργός. (C.85. F.239. S.73.)</head><p>Εἰς μελιττουργεῖόν τις εἰσελθὼν τοῦ κεκτημένου
ἀπόντος, τὸ κηρίον ἀφείλετο. Ὁ δὲ ἐπανελθὼν, ἐπειδὴ
τὰς κυψέλας εἶδεν ἐρήμους, εἰστήκει τὸ κατʼ αὐτὰς 
διερευνώμενος. Αἱ δὲ μέλισσαι ἀπὸ τῆς νομῆς ἐπανήκουσαι, 
ὡς κατέλαβον αὐτὸν, τοῖς κέντροις ἔπαιον, καὶ τὰ
χείριστα διετίθουν. Ὁ δὲ πρὸς αὐτάς· „κάκιστα ζῶα,

<pb n="142"/>
τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῶον ἀφήκατε, ἐμὲ
δὲ τὸν ἐπιμελούμενον ὑμῶν πλήττετε;“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι οὕτω τῶν ἀνθρώπων τινὲς,
διʼ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς 
φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.</p></div><div type="textpart" subtype="fabula" n="290"><head>290. Μηναγύρται. (C. 24l. F.306. S. 162. B. 126.)</head><p>Μηναγύρται, ὄνον ἔχοντες, τούτῳ εἰώθεσαν τὰ
σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος 
αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτὸν, ἐκ τοῦ δέρματος 
τύμπανα κατεσκεύασαν, καὶ τούτοις ἐχρῶντο.
Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ 
πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν, 
τεθνηκέναι μὲν αὐτὸν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας
οὐδὲ ζῶν ὑπέμεινεν.</p><p>Οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι, εἰ καὶ τῆς δουλείας
ἀφεθῶσιν, τῶν δουλικῶν οὐκ ἀπαλλάττονται.</p></div><div type="textpart" subtype="fabula" n="291"><head>291. Μύες καὶ Γαλαῖ. (S. 163. F. 115. C. 242 et p.382.)</head><p>Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, 
ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι διʼ
ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας
ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι
ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες 
ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη
πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες 
ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι
εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι 
κατησθίοντο.</p><p>Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ 
φιληδονίαν] γίνεται.</p></div><div type="textpart" subtype="fabula" n="291b"><pb n="143"/><head>291b. Ἄλλως. (F. 175. C. p. 383. B. 31.)</head><p>Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτούς κατατροποῦσαι 
καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθʼ ἑαυτοὺς
τοιαῦτα· „οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ
γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς
ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες, 
καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. Καὶ παραυτίκα 
συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις 
μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων.
Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις 
αὖθις πεποιηκότες, ἢρξαντο κρότων τῶν τοῦ πολέμου.
Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπήρξαντο
πολεμεῖν πρὸς τὰς γαλέας· αἵ κατὰ κράτος τοὺς μύας
ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν
οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν
εἰς ῥαγάδας αὐτίκα· οἱ δʼ ἔνοπλοι καὶ ἀρχηγέται 
τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ 
δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες
ὑπὸ τῶν γαλεῶν.</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων 
ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.</p></div><div type="textpart" subtype="fabula" n="292"><head>292. Μυῖα. (F. 117. C.243. B. 60.)</head><p>Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέατος, ἐπειδὴ ὑπὸ
τοῦ ζωμοῦ ἀποπνίγεσθαι ἤμελλεν, ἔφη πρὸς ἑαυτήν
„ἀλλʼ ἔγωγε καὶ βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι,
καὶ θνησκούσῃ οὐ μέλει μοι.</p><p>Ὁ λόγος δηλοῖ, ὅτι ῥᾳδίως φέρουσι τὸν θάνατον οἱ
ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθῶσι.</p></div><div type="textpart" subtype="fabula" n="293"><head>293. Μυῖαι. (S. 81. F.68. C.89 et p.318.)</head><p>Ἔν τινι ταμιείῳ μέλιτος ἐκχυθέντος μυῖαι προσπιᾶσαι 

<pb n="144"/>
κατήσθιον· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ
οὐκ ἀφίσταντο. Ἐμπαγέντων δʼ αὐτῶν τῶν ποδῶν,
ὡς οὐκ ἡδύναντο ἀναπτῆναι, ἀποπνιγόμεναι ἔφασαν·
„ἄθλιαι ἡμεῖς, αἳ διὰ βραχεῖαν ἡδονὴν ἀπολλύμεθα.“</p><p>Οὕτω πολλάκις ἡ λιχνεία πολλῶν κακῶν αἰτία 
γίνεται.</p></div><div type="textpart" subtype="fabula" n="294"><head>294. Μύρμηξ. (S. 164. C. 108 et p. 319. F. 116.)</head><p>Μύρμηξ ὁ νῦν τὸ παλαιὸν ἄνθρωπος ἦν· καὶ τῇ
γεωργίᾳ προσέχων τοῖς ἰδίοις πόνοις οὐκ ἠρκεῖτο, ἀλλὰ
καὶ τοῖς ἀλλοτρίοις ἐποφθαλμιῶν διετέλει, τοὺς τῶν
γειτόνων καρποὺς ὑφαιρούμενος. Ὁ δὲ Ζεὺς ἀγανακτήσας 
κατὰ τῆς πλεονεξίας αὐτοῦ μετεμόρφωσεν αὐτὸν 
εἰς τοῦτο τὸ ζῶον, ὃ καλεῖται μύρμηξ. Ὁ δὲ καὶ
τὴν μορφὴν ἀλλάξας τὴν διάθεσιν οὐ μετέβαλε· μέχρι
γὰρ νῦν κατὰ τὰς ἀρούρας περιιὼν τοὺς πόνους τῶν
ἄλλων συλλέγει καὶ ἑαυτῷ ἀποθησαυρίζει.</p><p>Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν τὰ 
μάλιστα κολάζωνται, τὸν τρόπον οὐκ ἀποτίθενται.</p></div><div type="textpart" subtype="fabula" n="295"><head>295. Μύρμηξ καὶ Κάνθαρος.
(S. 111. F. 84. C. 244 et p. 384.)</head><p>Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν
πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος
ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον
θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρʼ
αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρʼ ὃν τὰ ἄλλα ζῶα πόνων
ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν·
ὕστερον δὲ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ
ὄμβρου κλυσθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων 
καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς
αὐτόν· „ὦ κάνθαρε, ἀλλʼ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν 
καί με ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου.“

<pb n="145"/>
Οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ
προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ 
μέγιστα δυστυχοῦσι.</p></div><div type="textpart" subtype="fabula" n="296"><head>296. Μύρμηξ καὶ Περιστερά. (C. 41. S. 165.)</head><p>Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς 
ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. Περιστερὰ δὲ
τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν
πηγὴν ἔδῤῤιψεν, ἐφʼ οὐ καὶ καθίσας ὁ μύρμηξ διεσώθη.
Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ
τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δʼ ὁ μύρμηξ
ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας
τούς τε καλάμους ἔῤῤιψε, καὶ τὴν περιστερὰν αὐτίκα
φυγεῖν ἐποίησεν.</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν 
ἀποδιδόναι.</p></div><div type="textpart" subtype="fabula" n="296b"><head>296b. Ἄλλως. (F. 118. C p.300.)</head><p>Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος 
πιεῖν, ἀπεπνίγετο· περιστερὰ δὲ καθεζομένη ἐν
τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν, καὶ κόψασα
φύλλον ἀπὸ τοῦ δένδρου ἔδῤῥιψεν εἰς τὴν πηγὴν, διʼ
οὖ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. Ἰξευτὴς δέ τις παρασταθεὶς 
καὶ συνθεὶς τοὺς καλάμους, τὴν περιστερὰν συλλαβεῖν 
ἐβουλήθη. Ὁ δὲ μύρμηξ θεασάμενος, ἔδακε τὸν
πόδα τοῦ ἰξευτοῦ. Ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, 
ἐποίησε φυγεῖν τὴν περιστεράν.</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι, εἰ καὶ τὰ ἄλογα ζῶα αἴσθησιν
ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας
ἀμείβεσθαι; [ἤ· Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις 
μεγάλας ἀμοιβὰς παρέχειν.]</p></div><div type="textpart" subtype="fabula" n="297"><head>297. Μῦς ἀρουραῖος καὶ Μῦς ἀστικός. (C. 301. F. 121.)</head><p>Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν

<pb n="146"/>
φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν 
παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ
φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν
ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ
εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. Ὡς δὲ τῶν
ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· 
καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο
πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον 
ὁ ἀρουραῖος„ ἄπειμι“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν 
μετριότητα τῆς ἐν ἄστει τρυφῆς.“</p><p>Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν
αἱρετώτεροι.</p></div><div type="textpart" subtype="fabula" n="297b"><head>297b. Ἄλλως. (C. p. 197. B. 108.)</head><p>Μύες δύο, ὁ μὲν ἀρουραῖος, ὁ δὲ οἰκόσιτος, κοινὸν 
εἶχον τὸν βίον. Ὁ δὲ οἰκόσιτος ἦλθε πρῶτος δειπνήσων 
ἐπὶ τῆς ἀρούρας ἔτι ἀνθούσης. Τρώγων δὲ
σῖτον καὶ ῥίζας σὺν ταῖς βώλοις εἶπε· „Μύρμηκος ζῇς
βίον, ταλαίπωρε. Ἐμοὶ δὲ πολλὰ ἔνεστιν ἀγαθά· τὸ
κέρας οἰκῶ τῆς Ἀμαλθείας ὡς πρὸς σέ. Ἐὰν ἔλθῃς μετʼ
ἐμοῦ, ὡς θέλεις, ἀσωτεύσῃ.“ Ἀπῆγε πείσας τὸν μῦν
ἐν τῷ οἴκῳ. Ἔδειξε δὲ αὐτῷ σῖτον καὶ ἄλευρα καὶ
ὄσπρια καὶ σῦκα καὶ μέλι καὶ φοίνικας· οὗτος δὲ
ἐτέρφθη καὶ διεχύθη· ὁ δὲ ἤγαγε καὶ τυρὸν ἐκ κανισκίου 
σύρων. Ἤνοιξέ τις τὴν θύραν· οἱ δʼ ἔφυγον εἰς
στενὴν τρώγλην, ἔτριζον δὲ ὑπʼ ἀλλήλων στενούμενοι.
Ὡς δὲ πάλιν ἤμελλεν ἐκκύψαι καὶ μικρὰν ἰσχάδα σῦραι, 
ἕτερος ἦλθεν ἄλλο τι ἆραι· οἱ δʼ ἔνδον ἐκρύπτοντο. 
Ὁ δὲ ἀρουραῖος μῦς ,,καίπερ τοσαῦτα δειπνῶν,“
εἶπε „χαῖρε καὶ πλούτει καὶ τρύφα, ἔχων τὰ
πάντα μετὰ κινδύνων· ἐγὼ δὲ βοτάνας καὶ ῥίζας 
τρώγων ἀφόβως καὶ λιτῶς ζήσω.“</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>