<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:264-265</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:264-265</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="264"><head>264. Λῃστὴς καὶ Συκάμινος. (S.150. F. 100. C. 400.)</head><p>Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν
ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. Τῶν
δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι 
μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου 
καταβεβηκέναι· καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν
ἐπελθόντες καὶ συλλαβόμενοι εἰς τινα συκάμινον αὐτὸν
ἐσταύρωσαν. Ἠ δὲ συκάμινος ἔφη· „ἀλλʼ ἔγωγε οὐκ
ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ
ὅν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ † ἐξαιμά-
τωσας.“</p><p>Οὕτως πολλάκις καὶ οἱ φύσει χρηστοὶ, ὅταν ὑπὸ
τινῶν ὡς φαῦλοι διαβάλλωνται, κατʼ αὐτῶν πονηρεύεσθαι
οὐκ ὀκνοῦσι.</p></div><div type="textpart" subtype="fabula" n="265"><head>265. Λιθουργὸς καὶ Ἑρμῆς. (B.30.)</head><p>Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην·
τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην
(υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει),
ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων.
ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει,
συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον οὖ δεῖξαι

<pb n="130"/>
ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσας
αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις
εἶδεν λέγοντα· „τἀμὰ νῦν ταλαντεύῃ·
ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.“</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>