<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:258-259</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:258-259</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="258"><head>258. Λέων καὶ Ὄναγρος. (C. 225. F.299. B. 67.)</head><p>Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ
τῆς δυνάμεως, ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος.
Ἐπεὶ δὲ ζῶά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι
τὰς μοίρας. „Τὴν μὲν μίαν“ εἶπεν „λήψομαι ὡς πρῶτος, 
βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου
κοινωνῶν· ἡ δὲ τρίτη μοῖρα, αὕτη κακὸν μέγα σοι ποιήσει, 
ἢν μὴ ἐθέλῃς φυγεῖν.</p><p>Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ
ἰσχὺν, καὶ δυνατωτέροις ἑαυτὸν μὴ συνάπτειν μηδὲ
κοινωνεῖν.</p></div><div type="textpart" subtype="fabula" n="259"><head>259. Λέων καὶ Ὄνος. (S. 149. C.226 et p.376. F. 99.)</head><p>Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι 
ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά
τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ
τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν
ἤλαυνεν αὐτὰς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ
δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος
ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας 
ἐδίωξεν; Ὁ δὲ εἶπεν· „ἀλλʼ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν
σε ἐφοβήθην, εἰ μὴ ᾔδειν ὄνον ὄντα σε.“</p><p>Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως 
γέλωτα ὀφλισκάνουσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>