<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:242-243</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:242-243</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="242"><head>242. Λέοντος βασιλεία. (C. 363. B. 102.)</head><p>Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐδὲ ὠμὸς οὐδὲ
βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἂνθρωπος. Ἐπὶ
δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων
τῶν ζώων, δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, λύκος 
μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ
τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· „ηὐχόμην
ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ
εὐτελῆ φανῶσιν.“</p></div><div type="textpart" subtype="fabula" n="243"><head>243. Λέων, Ἀλώπηξ καὶ Ἔλαφος.
(C. 358 ct p. 408. F. 356. cx B. 95.)</head><p>Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ

<pb n="117"/>
ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· „εἰ θέλεις ὑγιᾶναί με
καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν
οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα, ἄγε
εἰς (τὰς) ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ
καρδίας.“ Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον
σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ
χαίρειν εἰποῦσα ἔφη· ,,Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας, 
ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων μοί ἐστι· νοσεῖ
δὲ καὶ ἐγγύς ἐστι τοῦ θνήσκειν. Ἐβουλεύετο οὖν, ποῖον
τῶν θηρίων μετʼ αὐτὸν βασιλεύσει. Ἔφη δὲ, ὅτι σῦς
μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρὰ, πάρδαλις δὲ 
θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς 
βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, καὶ
τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ
λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται, πρώτῃ σοι
εἰπούσῃ; Ἀλλʼ εὖξαί μοι σπευδούσῃ, μὴ πάλαι με 
ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ
τῆς γραὸς ἀκούσῃ, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ 
προσμένειν τελευτῶντι αὐτῷ. Οὕτως εἶπεν ἡ ἀλώπηξ· τῆς
δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον 
μὴ γιγνώσκουσα τὸ μέλλον. Ὁ λέων δʼ ἐφορμήσας 
αὐτῇ ἐν σπουδῇ, τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. 
Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν
ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν·
ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξε· λιμὸς γὰρ αὐτὸν
εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι
ποιῆσαι, καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. δὲ εἶπε·
„χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλʼ
ὅμως ὑπουργήσω σοι.“ Καὶ δὴ ὡς ἰχνευτὴς κύων 
ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δʼ 
ἐπηρώτα, εἰ εἶδεν ἔλαφον ᾑμαγμένην. Οἱ δʼ ἔδειξαν ἐν τῇ
ὕλῃ. Εὗρε δὲ αὐτὴν ἀναψυχομένην, καὶ ἔστη ἀναιδῶς.

<pb n="118"/>
Ἡ δʼ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν·
„ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ 
πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς
ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.“ δὲ εἶπεν· 
„οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς
φίλους ὑποπτεύεις; ὁ μὲν λέων, τοῦ ὠτὸς κρατήσας,
ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς
τηλικαύτης βασιλείας, ὡς ἀποθνήσκων· σὺ δὲ οὐδὲ
κνίσμα χειρὸς ἄῤῥωστον ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ
πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει
ποιῆσαι· οἴμοι πονηρὸν δεσπότην! Ἀλλʼ ἐλθὲ καὶ μηδὲν 
πτοηθῇς, καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι
εἰς τὰ φύλλα πάντα καὶ πηγὰς, μηδὲν κακὸν παθεῖν
παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω.“ Οὕτως
ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ
δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε,
πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα καταπίνων· ἡ
δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν 
ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα.
Ὁ δὲ λέων, ἅπαντα ἐρευνήσας, μόνην καρδίαν ἐπεζήτει·
ἀλώπηξ δὲ μηκόθεν στᾶσα ἔφη· „αὕτη ἀληθῶς καρδίαν
οὐκ εἶχε· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν,
ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν;“</p><p>Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπων νοῦν
ἐπιθολοῖ, καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>