<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:219-220</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:219-220</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="219"><head>219. Κύνες καὶ Ἀλώπηξ. (C.376. F.336.)</head><p>Λέοντος δορὰν κύνες εὑρόντες, διεσπάραττον ταύτην. 
Τούτοις δὲ ἀλώπηξ ἰδοῦσα ἔφη· „εἰ οὗτος ὁ λέων
τοῖς ζῶσι συνῆν, εἴδετε ἂν τοὺς αὐτοῦ ὄνυχας ἰσχυροτέρους 
τῶν ὑμετέρων ὀδόντων.“</p><p>Ὁ μῦθος δηλοῖ τοὺς τῶν ἐνδόξων καταφρονοῦντας,
ὅταν τῆς δόξης ἐκπίπτωσιν.</p></div><div type="textpart" subtype="fabula" n="220"><head>220. Κυνηγὸς καὶ Ἁλιεύς. (Β. 61.)</head><p>Ἤιει κυνηγὸς ἐξ ὄρους κυνηγήσας,
ᾔει δὲ γριπεὺς κύρτον ἰχθύων πλήσας.
καί πως συνηβόλησαν οἱ δύʼ ἀλλήλοις·
χὡ μὲν κυνηγὸς ἰχθύων ἁλιπλώων,
θήραν δʼ ὁ γριπεὺς ᾑρέτιζεν ἀγρείην,
ἃ τʼ εἶχον ἀντέδωκαν· εἶτα τὴν θήρην
ἤμειβον αἰεί, δεῖπνα δʼ εἶχον ἡδίω,

<pb n="109"/>
ἕως τις αὐτοῖς εἶπεν· „ἀλλὰ καὶ τούτων
τὸ χρηστὸν ἐξολεῖτε τῇ συνηθείᾳ,
πάλιν δʼ ἕκαστος ἃ πρὶν εἶχε ζητήσει.“</p><p>Ὅτι πᾶς δυσάρεστος, τοῦ παρόντος ἡδέος μικρόν τι
ἀπολαύσας, εὐθὺς τὴν ἐπιθυμίαν ἐφʼ ἕτερον τρέπει.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>