<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:185-186</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:185-186</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="185"><head>185. Κάνθαροι δύο. (S.85. C. 198. F.282.)</head><p>Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου 
κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος
ἐνισταμένου ὁ εἷς ἔλεγε πρὸς τὸν ἕτερον, ὡς ἄρα 
βούλοιτο δὴ εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ
ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ, καὶ ὡς ἂν ἐκεῖσε ἐλθών τὸν
χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ

<pb n="94"/>
τὴν νομὴν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν
χέρσον, καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δὲ,
μένων ἐνταῦθα ἐτρέφετο. Τοῦ δὲ χειμῶνος διελθόντος
πάλιν εἰς τὴν νῆσον διέπτη· ὁ δὲ ἕτερος θεασάμενος
αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν, διότι
προϋποσχόμενος οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· „μὴ ἐμὲ
μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι 
μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.“</p><p>Ὁ λόγος ἁρμόσειεν ἄν πρὸς ἐκείνους, οἵ τὰς φιλίας
μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν 
τοὺς φίλους ὠφελοῦσιν.</p></div><div type="textpart" subtype="fabula" n="186"><head>186. Καρκίνος καὶ Ἀλώπηξ. (C. 95. F. 247. S. 115.)</head><p>Καρκίνος, ἀπὸ τῆς θαλάσσης ἀναβὰς, ἐπί τινος
ἐνέμετο τόπου. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο,
προσελθοῦσα ἀνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων 
καταβιβρώσκεσθαι, ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅς,
θαλάττιος ὤν, χερσαῖος ἠβουλήθην γενέσθαι.“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα
καταλείποντες ἐπιτηδεύματα, καὶ τοῖς μηδὲν προσήκουσιν 
ἐπιχειροῦντες, εἰκότως δυστυχοῦσιν.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>