<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:168-169</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:168-169</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="168"><head>168. Ἰατρὸς ἄτεχνος. (C. 192.F.277. B.75.)</head><p>Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀῤῥώστῳ παρακολουθῶν, 
πάντων ἰατρῶν λεγόντων αὐτῷ μὴ κινδυνεύειν,
ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ,
πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· „τὴν αὔριον γὰρ οὐχ 
ὑπερβήσῃ.“ Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ
τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις 
βαδίζων. Ὁ δὲ ἰατρὸς ἐκεῖνος συναντήσας αὐτῷ„ χαῖρε,“
ἔφη· „πῶς ἔχουσιν οἱ κάτω;“ Κἀκεῖνος εἶπεν· 
„ἠρεμοῦσι, πιόντες τὸ τῆς λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ
Θάνατος καὶ ὁ Ἅιδης δεινὸν ἠπείλουν τοὺς ἰατροὺς
πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνήσκειν,
καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι,
ἀλλʼ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην 
αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην 
διαβληθῆναι.“</p><p>Ὅτι τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγγους
ἰατροὺς ὁ παρὼν μῦθος ἐλέγχει καὶ στηλιτεύει.</p></div><div type="textpart" subtype="fabula" n="169"><head>169. Ἰατρὸς καὶ Νοσῶν. (S.113. C. 31. F. 224.)</head><p>Ἰατρὸς ἐκκομιζομένου τινὸς τῶν οἰκείων ἔλεγε πρὸς
τοὺς συμπροπέμποντας, ὡς οὗτος ὁ ἅνθρωπος, εἰ 
οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε.
Τούτῳ δέ τις ὑποτυχών ἔφη· „ὦ οὗτος, ἀλλʼ οὔ σε
ἔδει ταῦτα νῦν λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ
παραινεῖν, ὅτε καὶ χρῆσθαι ἡδύνατο.“</p><pb n="85"/><p>Ὁ λόγος δηλοῖ, ὅτι χρὴ τοῖς φίλοις παρὰ τὰς χρείας
τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν 
πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>