<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:138-139</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:138-139</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="138"><head>138. Ἑρμῆς καὶ Γῆ. (S. 102. C. 182. F.269.)</head><p>Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ
ἀγαγεῖν αὐτούς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες 
πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, 
ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε 
λέγων, τὸν Δία προστεταχέναι· ,,ἀλλʼ ὀρυσσέτωσαν,“ 
ἔφη, ,, ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ
κλαίοντες ἀποδώσουσιν.“</p><p>Πρὸς τοὺς ῥᾳδίως δανειζομένους καὶ μετὰ λύπης
ἀποδιδόντας ὁ λόγος εὔκαιρος.</p></div><div type="textpart" subtype="fabula" n="139"><head>139. ἄρμης καὶ Κύων. (Β. 48.)</head><p>Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει,
λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ

<pb n="68"/>
εἶπε προσελθών· ,,χαῖρε πρῶτον, Ἑρμεία·
ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδ’ οὕτω
θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.“
ὁ δʼ εἶπεν· ,,ἄν μὴ τοῦτό μούπιλιχμήσῃς
τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς,
χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“</p><p>Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως 
δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν 
αἰτιῶν ἀργῆσαι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>