<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:12-12b</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:12-12b</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="12"><head>12. Αἰγοβοσκὸς καὶ Αἶγες. (S. 6. B. 45.)</head><p>Αἰπόλος τὰς αἶγας αὑτοῦ ἐπὶ νομὴν ἀπελάσας ὡς
ἐθεᾶτο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης 
πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δʼ
ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος
ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἔστησε
μένειν, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων
πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα
περισωρεύων πρὸς τὸ καὶ αὐτὰς ἐξιδιοποιήσασθαι.
Παυσαμένου δὲ τοῦ χειμῶνος ἐπειδὴ πάσας ἐπὶ νομὴν
ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον.
Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἰ
περιττοτέρας αὐταὶ ἐπιμελείας ἐπιτυχοῦσαι καταλείπουσιν 
αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι· ,,ἀλλὰ καὶ διʼ αὐτὸ
τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι
προσεληλυθυίας μειζόνως τῶν πάλαι σὺ προετίμησας,
δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν,
ἐκείνας ἡμῶν προκρινεῖς.“</p><p>Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων προσεταιρίζεσθαι
τὰς φιλίας, οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους 
προτιμῶσι, λογιζομένους, ὅτι καὶ, κἂν ἡμῶν
ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.</p></div><div type="textpart" subtype="fabula" n="12b"><head>12b. Ἄλλως. (F. 261. C. 150.)</head><p>Ἐν σπηλαίῳ ἀοικήτῳ αἰγοβοσκὸς ἐν χειμῶνι αἶγα,
ἤγαγεν. Εὗρεν δὲ ἐλεῖ ἀγρίας αἶγας καὶ τράγους, πλείονας

<pb n="7"/>
ὧν εἶχεν αὐτὸς καὶ μείζους. Τὰς ἰδίας δὲ ἀφεὶς ἐπὶ
ταῖς ἀγρίαις, ταύτας ἔτρεφε τοῖς φύλλοις. Ὅτε δὲ 
εὐδία γέγονε, τὰς μὲν ἰδίας εὗρε τεθνεώσας ἐκ τοῦ λιμοῦ,
αἱ δὲ ἄγριαι πρὸς τὸ ὄρος ἔφυγον. Ὁ δὲ αἰπόλος 
γελαστὸς εἰς τὸν οἶκον ἦλθε κενός.</p><p>Ὅτι οὐδαμῶς ἡμᾶς πρέπει ἀμελεῖν τῶν οἰκείων, ἐπʼ
ἐλπίδι κέρδους ἐξ ἀλλοτρίων γενησομένου.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>