<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:118-119</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:118-119</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="118"><head>118. Δηχθεὶς ὑπὸ μύρμηκος καὶ Ἑρμῆς.
(C. 364 et p. 411. F.363. B. 117.)</head><p>Ναῦν ποτε μετὰ τῶν ἀνδρῶν βυθισθεῖσαν ἰδών
τις, ἀδίκως ἔλεγε τούς θεούς κρίνειν· ,,διʼ ἕνα γὰρ
ἀσεβῆ συναπώλοντο καὶ ἀναίτιοι.· Ταῦτα αὐτοῦ 
λέγοντος, μυρμήκων πολλῶν ὄντων ἐν τῷ τόπῳ, ἐν ᾧ
ἔτυχεν ἱστάμενος, συνέβη ὑφʼ ἑνὸς δηχθῆναι τούτων.
Ὁ δὲ ὑφ’ ἑνὸς δηχθεὶς συνεπάτησε τοὺς πάντας. Ἑρμῆς
δʼ ἐπιστὰς αὐτῷ καὶ τῇ ῥάβδῳ παίων, εἶπεν· ,,εἶτα
οὐκ ἀνέχῃ σὺ τούς θεούς δικαστὰς εἶναι, οἷος εἶ σὺ
τῶν μυρμήκων;“</p><p>Ὁ λόγος διδάσκει ἡμᾶς, μηδὲν ψέγειν τὰς τοῦ θεοῦ
περὶ τοὺς ἀνθρώπους ἀκαταλήπτους οἰκονομίας, κἂν
ἄδικοι τοῖς ἀπαιδεύτοις δοκοῖεν εἶναι.</p></div><div type="textpart" subtype="fabula" n="119"><pb n="61"/><head>119. Διογένης ὁδοιπορῶν. (F. 56. C. 398.)</head><p>Διογένης ὁ κυνικὸς ὁδοιπορῶν, ὡς ἐγένετο κατά
τινα ποταμὸν πλημμυροῦντα, εἰστήκει ἀμηχανῶν. Εἷς
δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν
διαποροῦντα, προσελθὼν, καὶ ἀράμενος αὐτὸν σὺν
φιλοφροσύνῃ, διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν
αὐτοῦ πενίαν μεμφόμενος, διʼ ἣν ἀμείψασθαι τὸν 
εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου,
ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν
μὴ δυνάμενον, προσδραμών καὶ αὐτὸν διεπέρασε. Καὶ
ὁ Διογένης προσελθών αὐτῷ εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐκέτι 
σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ, ὅτι οὐ
κρίσει, ἀλλὰ νόσῳ αὐτὸ σποιεῖς.“</p><p>Ὁ λόγος δηλοῖ, ὅτι οἱ μετὰ τῶν σπουδαίων καὶ
τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας 
δόξαν, ἀλογιστίαν δὲ μᾶλλον ὀφλισκάνουσι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>