<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:115b-116</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:115b-116</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="115b"><head>115b. Ἄλλῶς. Δέλφαξ καὶ Ἀλώπηξ. (S.174. C. 176. F. 131.)</head><p>Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα,
ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρʼ ὅλην τὴν
ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ
τὴν αἰτίαν, διʼ ἣν, τῶν λοιπῶν μεθʼ ἡσυχίας φερομένων, 
μόνος αὐτὸς βοᾷ. Ὁ δὲ ὑποτυχών ἔφη· ,,ἀλλʼ
ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα, ὅτι τοῦ μὲν
προβάτου ἔριά τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης
ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ
τούς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι,
πάντως με θύσει.“</p><p>Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν, ὅσοι
τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται.</p></div><div type="textpart" subtype="fabula" n="116"><head>116. Δελφῖνες καὶ Κωβιός. (F. 53. C. p. 362. S. 72.)</head><p>Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο.
Ἐπὶ πολὺ δὲ τῆς μάχης κορυφουμένης, κωβιὸς ἀνέδυ
(ἔστι δὲ οὗτος μικρὸς ἰχθὺς), καὶ ἐπειρᾶτο αὐτούς 
διαλλάττειν. Εἷς δέ τις τῶν δελφίνων ὑπολαβών ἔφη πρὸς
αὐτόν· ,,ἀλλʼ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένοις ὑπʼ
ἀλλήλων διαφθαρῆναι, ἢ σοῦ διαλλακτοῦ τυχεῖν.“</p><p>Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες,
ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>