<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:109-110</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:109-110</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="109"><head>109. Γυνὴ καὶ Γεωργός. (C. 343. F. 412.)</head><p>Γυνή τις, προσφάτως τὸν ἑαυτῆς ἄνδρα θάψασα,
καθʼ ἡμέραν ἀπιοῦσα πρὸς τὸ μνημεῖον ἐθρήνει. 
Ἀροτριῶν δέ τις οὐ πόῤῥω τοῦ μνήματος εἰς ἐπιθυμίαν ἧκε
τῆς γυναικὸς, καὶ καταλιπών τοὺς βόας ἦλθε καὶ 
αὐτὸς πρὸς τὸ μνῆμα, καὶ καθίσας συνεθρήνει τῇ 
γυναικί. Τῆς δὲ πυθομένης, τί δήποτε καὶ αὐτὸς οὕτως
ὀδύρεται; ,,ὅτι κἀγὼ “ φησὶν ,,εὐπρεπῆ γυναῖκα 
κατώρυξα, καὶ, ἐπειδὰν κλαύσω, τῆς λύπης κουφίζομαι.“
Ἡ δὲ ,,κἀμοὶ τοῦτʼ αὐτὸ προσγίνεται.“ Κἀκεῖνος· ,,εἰ
τοίνυν τοῖς αὐτοῖς περιπεπτώκαμεν πάθεσι, τί δήποτε
ἀλλήλοις μὴ σύνέσμεν; ἐγώ τε γὰρ φιλήσω σε ὡς 
ἐκείνην, κἀμὲ σὺ πάλιν ὡς τὸν σαυτῆς ἄνδρα.“ Ταῦτα
ἔπεισε τὴν γυναῖκα, καὶ δὴ συνῆλθον. Ἐν τούτῳ δὲ
κλέπτης ἐλθών καὶ τοὺς βόας λύσας ἀπήλασεν. Ὁ δὲ
ἐπανελθών καὶ τοὺς βόας μὴ εὑρηκὡς, κόπτεσθαί τε
καὶ οἰμώζειν ἰσχυρῶς ἐνεστήσατο. Ἐλθοῦσα δὲ καὶ ἡ
γυνὴ καὶ ὀλοφυρόμενον εὑροῦσα, φησί ,,πάλιν 
κλαίεις ;“ κἀκεῖνος ,,νῦν·“ εἶπεν ,,ἐπʼ ἀληθείας κλαίω.“</p></div><div type="textpart" subtype="fabula" n="110"><head>110. Γυνὴ καὶ Θεράπαιναι (C. 79. F. 44. S 55.)</head><p>Γυνὴ χήρα φιλεργὸς, θεραπαινίδας ἔχουσα, ταύτας 
 εἰώθει νυκτὸς ἐγείρειν ἐπὶ τὰ ἔργα πρὸς τὰς τῶν
ἀλεκτρυόνων ᾠδάς. Αἱ δὲ, συνεχῶς τῷ πόνῳ 

<pb n="57"/>
ταλαιπωρούμειναι, ἔγνωσαν δεῖν τὸν ἐπὶ τῆς οἰκίας 
ἀποκτεῖναι ἀλεκτρυόνα, ὡς ἐκείνου νύκτωρ ἐξανιστάντος τὴν
δέσποιναν. Συνέβη δʼ αὐταῖς τοῦτο διαπραξαμέναις
χαλεπωτέροις περιπεσεῖν τοῖς δεινοῖς. Ἡ γὰρ δεσπότις,
ἀγνοοῦσα τὴν τῶν ἀλεκτρυόνων ὥραν, ἐννυχωτερον
ταύτας ἀνίστη.</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι πολλοῖς ἀνθρώποις τὰ 
βουλεύματα κακῶν αἴτια γίνεται.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>