<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:104-105</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:104-105</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="104"><head>104. Γηπόνος, Ὄνος καὶ Βοῦς (F. 371. C. p. 270. ex B. 55.)</head><p>ὄνον τις ἔχων καὶ τῷ βοῒ συζεύξας ἠροτρία, πτωχῶς 
μὲν, ἀλλʼ ἀναγκαίως. Ἐπεὶ δὲ τὸ ἔργον ἐπληρώθη,

<pb n="53"/>
καὶ λύειν ἔμελλεν αὐτοὺς, ἡ ὄνος διηρώτα τὸν βοῦν·
,,τίς ἄξει τῷ γηπόνῳ τὰ σκεύη;“ Ὁ δὲ πρὸς αὐτὴν
εἶπε· ,,πάντως ὅσπερ εἴωθεν.“</p></div><div type="textpart" subtype="fabula" n="105"><head>105. Γλαὺξ καὶ Ὄρνεα.
(C. 331. ex Dione Chrysost. XIl, §.7 sq.)</head><p>Γλαύξ, σοφὴ οὖσα, ξυνεβούλευε τοῖς ὀρνέοις, τῆς
δρυὸς ἐν ἀρχῇ φυομένης, μὴ ἐᾶσαι, ἀλλʼ ἀνελεῖν πάντα
τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπʼ αὐτῆς ἄφυκτον,
ὑφʼ οὗ ἁλώσονται, τὸν ἰξόν. Πάλιν δὲ τὸ λίνον τῶν
ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ
σπέρμα· μὴ γὰρ ἐπʼ ἀγαθῷ φυήσεσθαι. Τρίτον δὲ,
ἰδοῦσα τοξευτήν τινα ἄνδρα, προέλεγεν, ὅτι οὗτος ὁ
ἀνὴρ φθάσει ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν
αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. Τὰ δὲ ἠπίστει τοῖς λόγοις
καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· 
ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῷ ὄντι
σοφωτάτην ἐνόμιζεν. Καὶ διὰ τοῦτο, ἐπὰν φανῇ, 
πρόσεισιν ὡς πρὸς ἅπόντα ἐπισταμένην· ἡ δὲ ξυμβουλεύει
μὲν οὐδὲν ἔτι αὐτοῖς, ὀδύρεται δὲ μόνον.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>