<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:100b-101</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1:100b-101</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0096.tlg002.1st1K-grc1"><div type="textpart" subtype="fabula" n="100b"><head>100b. Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός.
(F. 147. C. p.359. S. 190.)</head><p>Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πύῥῥωθεν
ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σύν τοῖς γεράνοις 
ἐπικαθίσαντος, ἐπιδραμὼν μετʼ ἐκείνων καὶ αὐτὸν
συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ
λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς 
ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ
τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας
ἔφη· ,,ἀλλʼ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο
κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.“</p><p>Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας 
φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας
κοινωνεῖν δόξωμεν.</p></div><div type="textpart" subtype="fabula" n="101"><head>101&gt; Γτωργὸς καὶ Τύχη. (C. 82. F. 51. S. 61.)</head><p>Γεωργός τις σκάπτων χρυσίῳ περιέτυχε. Καθʼ ἑκάστην
οὖν τὴν Γῆν, ὡς ὑπʼ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε.
Τῷ δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· ,,ὦ οὗτος, τί τῇ Γῇ τὰ
ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι 
σε βουλομένη; Κἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ
πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδʼ
ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψῃ.“</p><p>Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινωσκειν 
καὶ τούτῳ χάριτας ἀποδιδόναι.</p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>