<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:5-8</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:5-8</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="5"><p rend="align(indent)"><q rend="single">Ἀλέξανδρος δʼ ἐν τῇ Συναγωγῇ τῶν περὶ Φρυγίας κρούματα Ὄλυμπον ἔφη πρῶτον εἰς τοὺς <milestone unit="tlnum" n="20"/>Ἕλληνας κομίσαι, ἔτι δὲ καὶ τοὺς Ἰδαίους Δακτύλους· Ὕαγνιν δὲ πρῶτον αὐλῆσαι, εἶτα τὸν τούτου υἱὸν Μαρσύαν, εἶτʼ Ὄλυμπον· ἐζηλωκέναι δὲ τὸν Τέρπανδρον Ὁμήρου μὲν τὰ ἔπη Ὀρφέως δὲ τὰ μέλη. ὁ δʼ Ὀρφεὺς οὐδένα φαίνεται μεμιμημένος· <milestone unit="tlnum" n="25"/> οὐδεὶς γάρ πω γεγένητο, εἰ μὴ οἱ τῶν αὐλῳδικῶν <pb xml:id="v.6.p.492"/> ποιηταί· τούτοις δὲ κατʼ οὐθὲν τὸ Ὀρφικὸν ἔργον <milestone unit="stephpage" n="1133a"/> ἔοικε. Κλονᾶς δʼ ὁ τῶν αὐλῳδικῶν νόμων ποιητής, ὁ ὀλίγῳ ὕστερον Τερπάνδρου γενόμενος, ὡς μὲν Ἀρκάδες λέγουσι, Τεγεάτης ἦν, ὡς δὲ Βοιωτοί, Θηβαῖος. <milestone unit="tlnum" n="5"/> μετὰ δὲ Τέρπανδρον καὶ Κλονᾶν Ἀρχίλοχος παραδίδοται γενέσθαι. ἄλλοι δέ τινες τῶν συγγραφέων Ἄρδαλόν φασι Τροιζήνιον πρότερον Κλονᾶ τὴν αὐλῳδικὴν συστήσασθαι μοῦσαν· γεγονέναι δὲ καὶ Πολύμνηστον ποιητὴν Μέλητος τοῦ Κολοφωνίου <milestone unit="tlnum" n="10"/> υἱόν· ὃν Πολύμνηστόν τε καὶ Πολυμνήστην νόμους ποιῆσαι. περὶ δὲ Κλονᾶ, ὅτι τὸν Ἀπόθετον νόμον καὶ Σχοινίωνα πεποιηκὼς εἴη, μνημονεύουσιν οἱ ἀναγεγραφότες· τοῦ δὲ Πολυμνήστου καὶ Πίνδαρος <milestone unit="stephpage" n="1133b"/> καὶ Ἀλκμὰν οἱ τῶν μελῶν ποιηταὶ ἐμνημόνευσαν· <milestone unit="tlnum" n="15"/> τινὰς δὲ τῶν νόμων τῶν κιθαρῳδικῶν τῶν ὑπὸ Τερπάνδρου πεποιημένων Φιλάμμωνά φασι τὸν ἀρχαῖον τὸν Δελφὸν συστήσασθαι.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="6"><p rend="align(indent)"><q rend="single">τὸ δʼ ὅλον ἡ μὲν κατὰ Τέρπανδρον κιθαρῳδία καὶ μέχρι τῆς Φρύνιδος ἡλικίας παντελῶς <milestone unit="tlnum" n="20"/> ἁπλῆ τις οὖσα διετέλει· οὐ γὰρ ἐξῆν τὸ παλαιὸν οὕτω ποιεῖσθαι τὰς κιθαρῳδίας ὡς νῦν οὐδὲ μεταφέρειν τὰς ἁρμονίας καὶ τοὺς ῥυθμούς ἐν γὰρ τοῖς νόμοις ἑκάστῳ διετήρουν τὴν οἰκείαν τάσιν· <milestone unit="stephpage" n="1133c"/> διὸ καὶ ταύτην ἐπωνυμίαν εἶχον· νόμοι γὰρ προσηγορεύθησαν, <milestone unit="tlnum" n="25"/> ἐπειδὴ οὐκ ἐξῆν παραβῆναι καθʼ ἕκαστον νενομισμένον εἶδος τῆς τάσεως. τὰ γὰρ πρὸς <pb xml:id="v.6.p.493"/> τοὺς θεοὺς ὡς βούλονται ἀφοσιωσάμενοι ἐξέβαινον εὐθὺς ἐπί τε τὴν Ὁμήρου καὶ τῶν ἄλλων ποίησιν· δῆλον δὲ τοῦτʼ ἐστὶ διὰ τῶν Τερπάνδρου προοιμίων. ἐποιήθη δὲ καὶ τὸ σχῆμα τῆς κιθάρας πρῶτον κατὰ <milestone unit="tlnum" n="5"/>Κηπίωνα, τὸν Τερπάνδρου μαθητὴν ἐκλήθη δʼ Ἀσιὰς διὰ τὸ κεχρῆσθαι τοὺς Λεσβίους αὐτῇ κιθαρῳδοὺς πρὸς τῇ Ἀσίᾳ κατοικοῦντας. τελευταῖον δὲ Περίκλειτόν φασι κιθαρῳδὸν νικῆσαι ἐν Λακεδαίμονι <milestone unit="stephpage" n="1133d"/>Κάρνεια, τὸ γένος ὄντα Λέσβιον· τούτου δὲ <milestone unit="tlnum" n="10"/> τελευτήσαντος, τέλος λαβεῖν Λεσβίοις τὸ συνεχὲς τῆς κατὰ τὴν κιθαρῳδίαν διαδοχῆς. ἔνιοι δὲ πλανώμενοι νομίξουσι κατὰ τὸν αὐτὸν χρόνον Τερπάνδρῳ Ἱππώνακτα γεγονέναι· φαίνεται δʼ Ἱππώνακτος καὶ Περίκλειτος ὢν πρεσβύτερος.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="7"><milestone unit="tlnum" n="15"/><p rend="align(indent)"><q rend="single">ἐπεὶ δὲ τοὺς αὐλῳδικοὺς νόμους καὶ κιθαρῳδικοὺς ὁμοῦ τοὺς ἀρχαίους ἐμπεφανίκαμεν, μεταβησόμεθα ἐπὶ μόνους τοὺς αὐλῳδικούς. λέγεται γὰρ τὸν προειρημένον Ὄλυμπον, αὐλητὴν ὄντα τῶν ἐκ Φρυγίας, ποιῆσαι νόμον αὐλητικὸν εἰς Ἀπόλλωνα <milestone unit="tlnum" n="20"/> τὸν καλούμενον Πολυκέφαλον εἶναι δὲ τὸν Ὄλυμπον <milestone unit="stephpage" n="1133e"/> τοῦτόν φασιν ἕνα τῶν ἀπὸ τοῦ πρώτου Ὀλύμπου τοῦ Μαρσύου, πεποιηκότος εἰς τοὺς θεοὺς· τοὺς νόμους· οὗτος γὰρ παιδικὰ γενόμενος Μαρσύου καὶ τὴν αὔλησιν μαθὼν παρʼ αὐτοῦ τοὺς νόμους τοὺς <milestone unit="tlnum" n="25"/> ἁρμονικοὺς ἐξήνεγκεν εἰς τὴν Ἑλλάδα, οἷς νῦν <pb xml:id="v.6.p.494"/> χρῶνται οἱ Ἕλληνες ἐν ταῖς ἑορταῖς τῶν θεῶν. ἄλλοι δὲ Κράτητος εἶναί φασι τὸν Πολυκέφαλον νόμον, γενομένου μαθητοῦ Ὀλύμπου ὁ δὲ Πρατίνας Ὀλύμπου φησὶν εἶναι τοῦ νεωτέρου Τὸν νόμον <milestone unit="tlnum" n="5"/> τοῦτον. τὸν δὲ καλούμενον Ἁρμάτιον νόμον λέγεται ποιῆσαι ὁ πρῶτος Ὄλυμπος, ὁ Μαρσύου μαθητής. <milestone unit="stephpage" n="1133f"/> τὸν δὲ Μαρσύαν φασί τινες Μάσσην καλεῖσθαι· οἱ δʼ οὔ, ἀλλὰ Μαρσύαν εἶναι δʼ αὐτὸν Ὑάγνιδος υἱόν, τοῦ πρώτου εὑρόντος τὴν αὐλητικὴν τέχνην. <milestone unit="tlnum" n="10"/> ὅτι δʼ ἐστὶν Ὀλύμπου ὁ ἁρμάτιος νόμος, ἐκ τῆς Γλαύκου ἀναγραφῆς τῆς ὑπὲρ τῶν ἀρχαίων ποιητῶν μάθοι ἄν τις, καὶ ἔτι γνοίη ὅτι Στησίχορος ὁ Ἱμεραῖος οὔτʼ Ὀρφέα οὔτε Τέρπανδρον οὔτʼ Ἀρχίλοχον οὔτε Θαλήταν ἐμιμήσατο, ἀλλʼ Ὄλυμπον, χρησάμενος <milestone unit="tlnum" n="15"/> τῷ ἁρματίῳ νόμῳ καὶ τῷ κατὰ δάκτυλον εἴδει, ὃ τινες ἐξ ὀρθίου νόμου φασὶν εἶναι. ἄλλοι δέ τινες ὑπὸ Μυσῶν εὑρῆσθαι τοῦτον τὸν νόμον· γεγονέναι γάρ τινας ἀρχαίους αὐλητὰς Μυσούς.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="8"><p rend="align(indent)"><q rend="single">καὶ ἄλλος δʼ ἐστὶν ἀρχαῖος νόμος καλούμενος; <milestone unit="tlnum" n="20"/>κραδίας, ὅν φησιν Ἱππῶναξ Μίμνερμον αὐλῆσαι. <milestone unit="stephpage" n="1134a"/> ἐν ἀρχῇ γὰρ ἐλεγεῖα μεμελοποιημένα οἱ αὐλῳδοὶ ᾖδον· τοῦτο δὲ δηλοῖ ἡ τῶν Παναθηναίων γραφὴ ἡ περὶ τοῦ μουσικοῦ ἀγῶνος. γέγονε δὲ καὶ Σακάδας Ἀργεῖος; ποιητὴς μελῶν τε καὶ ἐλεγείων μεμελοποιημένων· <pb xml:id="v.6.p.495"/> ὁ δʼ αὐτὸς καὶ ποιητὴς ἀγαθὸς καὶ τὰ Πύθια τρὶς νενικηκὼς ἀναγέγραπται· τούτου καὶ Πίνδαρος μνημονεύει· τόνων γοῦν τριῶν ὄντων κατὰ Πολύμνηστον καὶ Σακάδαν, τοῦ τε Δωρίου <milestone unit="tlnum" n="5"/> καὶ Φρυγίου καὶ Λυδίου, ἐν ἑκάστῳ τῶν εἰρημένων <milestone unit="stephpage" n="1134b"/> τόνων στροφὴν ποιήσαντά φασι τὸν Σακάδαν διδάξαι ᾄδειν τὸν χορὸν Δωριστὶ μὲν τὴν πρώτην, Φρυγιστὶ δὲ τὴν δευτέραν, Λυδιστὶ δὲ τὴν τρίτην· καλεῖσθαι δὲ Τριμερῆ τὸν νόμον τοῦτον διὰ τὴν <milestone unit="tlnum" n="10"/> μεταβολήν. ἐν δὲ τῇ ἐν Σικυῶνι ἀναγραφῇ τῇ περὶ τῶν ποιητῶν Κλονᾶς εὑρετὴς ἀναγέγραπται τοῦ τριμεροῦς νόμου.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>