<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:33-36</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2:33-36</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="33"><p rend="align(indent)"><q rend="single">φανερὸν δʼ ἂν γένοιτο, εἴ τις ἑκάστην ἐξετάζοιτο <milestone unit="tlnum" n="20"/> τῶν ἐπιστημῶν, τίνος ἐστὶ θεωρητική δῆλον γὰρ ὅτι ἡ μὲν ἁρμονικὴ γενῶν τε τῶν τοῦ ἡρμοσμένου καὶ διαστημάτων καὶ συστημάτων καὶ φθόγγων καὶ τόνων καὶ μεταβολῶν συστηματικῶν ἐστι γνωστική· <pb xml:id="v.6.p.519"/> πορρωτέρω δʼ οὐκέτι ταύτῃ προελθεῖν οἷόν τε ὥστʼ οὐδὲ ζητεῖν παρὰ ταύτης τὸ διαγνῶναι δύνασθαι, πότερον οἰκείως εἴληφεν ὁ ποιητὴς ὅμοἷον εἰπεῖν ἐν μούσοις τὸν Ὑποδώριον τόνον ἐπὶ τὴν <milestone unit="tlnum" n="5"/> ἀρχὴν ἢ τὸν Μιξολύδιόν τε καὶ Δώριον ἐπὶ τὴν ἔκβασιν ἢ τὸν Ὑποφρύγιόν τε καὶ Φρύγιον ἐπὶ τὴν μέσην. οὐ γὰρ διατείνει τῇ ἁρμονικὴ πραγματεία πρὸς τὰ τοιαῦτα, προσδεῖται δὲ πολλῶν ἑτέρων· τὴν <milestone unit="stephpage" n="1143a"/> γὰρ τῆς οἰκειότητος δύναμιν ἀγνοεῖ. οὔτε γὰρ τὸ <milestone unit="tlnum" n="10"/> χρωματικὸν γένος οὔτε τὸ ἐναρμόνιον ἣξει ποτʼ ἔχον τὴν τῆς οἰκειότητος δύναμιν τελείαν καὶ καθʼ ἣν τὸ τοῦ πεποιημένου μέλους ἦθος ἐπιφαίνεται ἀλλὰ τοῦτο τοῦ τεχνίτου ἔργον. φανερὸν δὴ ὅτι ἑτέρα τοῦ συστήματος ἡ φωνὴ τῆς ἐν τῷ συστήματι <milestone unit="tlnum" n="15"/> κατασκευασθείσης μελοποιίας, περὶ ἧς οὐκ ἔστι θεωρῆσαι τῆς ἁρμονικῆς· πραγματείας. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ῥυθμῶν· οὐδεὶς γὰρ ῥυθμὸς τὴν τῆς τελείας οἰκειότητος δύναμιν ἣξει ἔχων ἐν <milestone unit="stephpage" n="1143b"/> αὑτῷ· τὸ γὰρ οἰκείως ἀεὶ λεγόμενον πρὸς ἦθός τι <milestone unit="tlnum" n="20"/> βλέποντες λέγομεν. τούτου δέ φαμεν αἰτίαν εἶναι σύνθεσίν τινα ἢ μῖξιν ἢ ἀμφότερα. οἷον Ὀλύμπῳ τὸ ἐναρμόνιον γένος ἐπὶ Φρυγίου τόνου τεθὲν παίωνι ἐπιβατῷ μιχθέν· τοῦτο γὰρ τῆς ἀρχῆς· τὸ ἦθος ἐγέννησεν ἐπὶ τῷ τῆς Ἀθηνᾶς νόμῳ προσληφθείσης <pb xml:id="v.6.p.520"/> γὰρ μελοποιίας καὶ ῥυθμοποιίας τεχνικῶς τε μεταληφθέντος τοῦ ῥυθμοῦ μόνον αὐτοῦ καὶ γενομένου τροχαίου ἀντὶ παίωνος, συνέστη τὸ Ὀλύμπου ἐναρμόνιον γένος. ἀλλὰ μὴν καὶ τοῦ ἐναρμονίου γένους <milestone unit="tlnum" n="5"/> καὶ τοῦ Φρυγίου τόνου διαμενόντων καὶ πρὸς τούτοις τοῦ συστήματος παντός, μεγάλην ἀλλοίωσιν <milestone unit="stephpage" n="1143c"/> ἔσχηκε τὸ ἦθος· ἡ γὰρ καλουμένη ἁρμονία ἐν τῷ τῆς Ἀθηνᾶς νόμῳ πολὺ διέστηκε κατὰ τὸ ἦθος τῆς ἀναπείρας. εἰ οὖν προσγένοιτο τῷ τῆς μουσικῆς <milestone unit="tlnum" n="10"/> ἐμπείρῳ τὸ κριτικόν, δῆλον ὅτι οὗτος ἂν εἴη ὁ ἀκριβὴς ἐν μουσικῇ ὁ γὰρ εἰδὼς τὸ Δωριστὶ ἄνευ τοῦ κρίνειν ἐπίστασθαι τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται ὃ ποιεῖ· ἀλλʼ οὐδὲ τὸ ἦθος σῴσει· ἐπεὶ καὶ περὶ αὐτῶν τῶν Δωρίων μελοποιιῶν <milestone unit="tlnum" n="15"/> ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ἁρμονικὴ πραγματεία, καθάπερ τινὲς οἴονται, τῶν Δωρίων, ἢ οὔ. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς ῥυθμικῆς <milestone unit="stephpage" n="1143d"/> ἐπιστήμης; πάσης· ὁ γὰρ εἰδὼς; τὸν παίωνα τὴν τῆς χρήσεως αὐτοῦ οἰκειότητα οὐκ εἴσεται διὰ τὸ αὐτὴν <milestone unit="tlnum" n="20"/> μόνην εἰδέναι τὴν τοῦ παίωνος ξύνθεσιν ἐπεὶ καὶ περὶ αὐτῶν τῶν παιωνικῶν ῥυθμοποιιῶν ἀπορεῖται, πότερόν ἐστι διαγνωστικὴ ἡ ῥυθμικὴ πραγματεία τούτων, καθάπερ τινές φασιν, ἢ οὐ διατείνει μέχρι τούτου. ἀναγκαῖον οὖν δύο τοὐλάχιστον γνώσεις <milestone unit="tlnum" n="25"/> ὑπάρχειν τῷ μέλλοντι διαγνώσεσθαι τὸ τʼ οἰκεῖον καὶ τὸ ἀλλότριον· πρῶτον μὲν τοῦ ἤθους, οὗ ἕνεκα <pb xml:id="v.6.p.521"/> ἡ σύνθεσις γεγένηται· ἔπειτα τούτων, ἐξ ὧν ἡ σύνθεσις. ὅτι μὲν οὖν οὔθʼ ἡ ἁρμονικὴ οὔθʼ ἡ ῥυθμικὴ οὔτʼ ἄλλη οὐδεμία τῶν καθʼ ἓν μέρος λεγομένων <milestone unit="stephpage" n="1143e"/> αὐτάρκης αὐτὴ καθʼ αὑτὴν τοῦ ἤθους εἶναι <milestone unit="tlnum" n="5"/> καὶ γνωστικὴ καὶ τῶν ἄλλων κριτική, ἀρκέσει τὰ εἰρημένα.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="34"><p rend="align(indent)"><q rend="single">τριῶν δʼ ὄντων γενῶν, εἰς ἃ διαιρεῖται τὸ ἡρμοσμένον, ἴσων τοῖς τε τῶν συστημάτων μεγέθεσι καὶ ταῖς τῶν φθόγγων δυνάμεσιν, ὁμοίως δὲ καὶ <milestone unit="tlnum" n="10"/> ταῖς τῶν τετραχόρδων, περὶ ἑνὸς μόνου οἱ παλαιοὶ ἐπραγματεύσαντο· ἐπειδήπερ οὔτε περὶ χρώματος οὔτε περὶ διατόνου οἱ πρὸ ἡμῶν ἐπεσκόπουν, ἀλλὰ περὶ μόνου τοῦ ἐναρμονίου, καὶ αὖ τούτου περὶ ἓν τι μέγεθος συστήματος, τοῦ καλουμένου διὰ πασῶν· <milestone unit="tlnum" n="15"/> περὶ μὲν γὰρ τῆς χρόας διεφέροντο, περὶ δὲ τοῦ μίαν εἶναι αὐτὴν τὴν ἁρμονίαν σχεδὸν πάντες συνεφώνουν. <milestone unit="stephpage" n="1143f"/> οὐκ ἂν οὖν ποτε συνίδοι τὰ περὶ τὴν ἁρμονικὴν πραγματείαν ὁ μέχρι αὐτῆς τῆς γνώσεως ταύτης προεληλυθώς, ἀλλὰ δηλονότι παρακολουθῶν <milestone unit="tlnum" n="20"/> ταῖς τε κατὰ μέρος ἐπιστήμαις καὶ τῷ συνόλῳ σώματι τῆς μουσικῆς καὶ ταῖς τῶν μερῶν μίξεσί τε καὶ συνθέσεσιν, ὁ γὰρ μόνον ἁρμονικὸς περιγέγραπται τρόπῳ τινί. καθόλου μὲν οὖν εἰπεῖν, ὁμοδρομεῖν δεῖ τὴν τʼ αἴσθησιν καὶ τὴν διάνοιαν ἐν <pb xml:id="v.6.p.522"/> τῇ κρίσει τῶν τῆς μουσικῆς μερῶν καὶ μήτε προάγειν, ὃ ποιοῦσιν αἱ προπετεῖς τε καὶ φερόμεναι <milestone unit="stephpage" n="1144a"/> τῶν αἰσθήσεων, μήθʼ ὑστερίζειν, ὃ ποιοῦσιν αἱ βραδεῖαὶ τε καὶ δυσκίνητοι. γίγνεται δὲ ποτʼ ἐπί τινων <milestone unit="tlnum" n="5"/> αἰσθήσεων καὶ τὸ συγκείμενον ἐκ τοῦ συναμφοτέρου καὶ ὑστεροῦσιν αἱ αὐταὶ καὶ προτεροῦσι διά τινα φυσικὴν ἀνωμαλίαν. περιαιρετέον οὖν τῆς μελλούσης ὁμοδρομεῖν αἰσθήσεως ταῦτα.</q></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="35"><p rend="align(indent)"><q rend="single">ἀεὶ γὰρ ἀναγκαῖον τρίʼ ἐλάχιστα εἶναι τὰ <milestone unit="tlnum" n="10"/> πίπτοντα ἅμʼ εἰς τὴν ἀκοήν, φθόγγον τε καὶ χρόνον καὶ συλλαβὴν ἢ γράμμα. συμβήσεται δʼ ἐκ τῆς μὲν κατὰ τὸν φθόγγον πορείας τὸ ἡρμοσμένον γνωρίζεσθαι, ἐκ δὲ τῆς κατὰ χρόνον τὸν ῥυθμόν, ἐκ δὲ <milestone unit="stephpage" n="1144b"/> τῆς κατὰ γράμμα ἢ συλλαβὴν τὸ λεγόμενον· ὁμοῦ <milestone unit="tlnum" n="15"/> δὲ προβαινόντων, ἅμα τὴν τῆς αἰσθήσεως ἐπιφορὰν ἀναγκαῖον ποιεῖσθαι. ἀλλὰ μὴν κἀκεῖνο φανερόν, ὅτι οὐκ ἐνδέχεται, μὴ δυναμένης τῆς αἰσθήσεως χωρίζειν ἕκαστον τῶν εἰρημένων, παρακολουθεῖν τε δύνασθαι τοῖς καθʼ ἕκαστα καὶ συνορᾶν τὸ θʼ ἁμαρτανόμενον <milestone unit="tlnum" n="20"/> ἐν ἑκάστῳ αὐτῶν καὶ τὸ μή. πρῶτον οὖν περὶ συνεχείας γνωστέον. ἀναγκαῖον γάρ ἐστιν ὑπάρχειν τῇ κριτικῇ δυνάμει συνέχειαν τὸ γὰρ εὖ καὶ τὸ ἐναντίως οὐκ ἐν ἀφωρισμένοις τοῖσδέ τισι γίγνεται φθόγγοις ἢ χρόνοις ἢ γράμμασιν, ἀλλʼ ἐν <milestone unit="tlnum" n="25"/> συνεχέσιν ἐπειδὴ μῖξίς τις ἔστι κατὰ τὴν, χρῆσιν τῶν ἀσυνθέτων μερῶν. περὶ μὲν οὖν τῆς παρακολουθήσεως <milestone unit="stephpage" n="1144c"/> τοσαῦτα.</q><pb xml:id="v.6.p.523"/></p></div><div type="textpart" subtype="section" xml:base="urn:cts:greekLit:tlg0094.tlg002.perseus-grc2" n="36"><p rend="align(indent)"><q rend="single">τὸ δὲ μετὰ τοῦτο ἐπισκεπτέον, ὅτι οἱ μουσικῆς ἐπιστήμονες πρὸς τὴν κριτικὴν πραγματείαν οὔκ εἰσιν αὐτάρκεις. οὐ γὰρ οἷόν τε τέλεον γενέσθαι μουσικόν τε καὶ κριτικὸν ἐξ αὐτῶν τῶν δοκούντων <milestone unit="tlnum" n="5"/> εἶναι μερῶν τῆς ὅλης μουσικῆς, οἷον ἔκ τε τῆς τῶν ὀργάνων ἐμπειρίας καὶ τῆς περὶ τὴν ᾠδήν, ἔτι δὲ τῆς περὶ τὴν αἴσθησιν συγγυμνασίας· λέγω δὲ τῆς συντεινούσης εἰς τὴν τοῦ ἡρμοσμένου ξύνεσιν καὶ ἔτι τὴν τοῦ ῥυθμοῦ· πρὸς δὲ τούτοις ἔκ τε τῆς <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" n="1144d"/> ῥυθμικῆς καὶ τῆς ἁρμονικῆς πραγματείας καὶ τῆς περὶ τὴν κροῦσίν τε καὶ λέξιν θεωρίας, καὶ εἴ τινες ἄλλαι τυγχάνουσι λοιπαὶ οὖσαι. διʼ ἃς δʼ αἰτίας οὐχ οἷὸν τʼ ἐξ αὐτῶν τούτων γενέσθαι κριτικόν, πειρατέον καταμαθεῖν. πρῶτον ἐκ τοῦ ἡμῖν ὑποκεῖσθαι <milestone unit="tlnum" n="15"/> τὰ μὲν τῶν κρινομένων τέλεια τὰ δʼ ἀτελῆ· τέλεια μὲν αὐτό τε τῶν ποιημάτων ἕκαστον, οἷον τὸ ᾀδόμενον ἢ αὐλούμενον ἢ κιθαριζόμενον καὶ ἡ ἑκάστου αὐτῶν ἑρμηνεία, οἷον ἥ τʼ αὔλησις καὶ ἡ ᾠδὴ καὶ τὰ λοιπὰ τῶν τοιούτων· ἀτελῆ δὲ τὰ πρὸς <milestone unit="tlnum" n="20"/> ταῦτα συντείνοντα καὶ τὰ τούτων ἕνεκα γιγνόμενα <milestone unit="stephpage" n="1144e"/> τοιαῦτα δὲ τὰ μέρη τῆς ἑρμηνείας. δεύτερον ἐκ τῆς ποιήσεως· ὡσαύτως γὰρ καὶ αὐτὴ· ὑποκρίνειε γὰρ ἄν τις ἀκούων αὐλητοῦ, πότερόν ποτε συμφωνοῦσιν οἱ αὐλοὶ ἢ οὔ, καὶ πότερον ἡ διάλεκτος <milestone unit="tlnum" n="25"/> σαφὴς ἢ τοὐναντίον· τούτων δʼ ἕκαστον μέρος ἐστὶ <pb xml:id="v.6.p.524"/> τῆς αὐλητικῆς ἑρμηνείας, οὐ μέντοι τέλος, ἀλλʼ ἕνεκα τοῦ τέλους γιγνόμενον παρὰ ταῦτα γὰρ αὖ καὶ τὰ τοιαῦτα πάντα κριθήσεται τὸ τῆς ἑρμηνείας ἦθος, εἰ οἰκεῖον ἀποδίδοται τῷ παραποιηθέντι ποιήματι, <milestone unit="tlnum" n="5"/> ὃ μεταχειρίσασθαι καὶ ἑρμηνεῦσαι ὁ ἐνεργῶν βεβούληται. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν παθῶν τῶν ὑπὸ τῆς; ποιητικῆς σημαινομένων ἐν τοῖς ποιήμασιν.</q></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>